Honorary decree of Iasos for Antiochos Brikonos of
Halikarnassos, giving him proxeny and citizenship; IVe/IIIb;
found at Iasos: Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 453,
no. 3 (PH); BE 1971:622; *IIasos 37.
[ ]
IIasos 37
| 0 | [—] |
| [πρυτ]άνεων γνώμη Θεμίστ[ου] τοῦ Ἀπολλοδ[ώρου,] | |
| Ἐ[πι]κ̣ράτους τοῦ Ἑρμοκρέοντος, Εὐκλέους | |
| τοῦ Ἀρτεμιδώρου, Γόργου τοῦ Περικλέους, Θεοκλέους | |
| τοῦ Παρμένοντος, Διογνήτου τοῦ Εὐκλέους· ἐπειδὴ | |
| 5 | Ἀντίοχος Βρίκωνος Ἁλικαρνασσεὺς ἀνὴρ |
| ἀγαθὸς καὶ πρόθυμός ἐστιν περὶ τὴν πόλιν | |
| τὴν Ἰασέων, εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην | |
| Ἰασέων· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν καὶ ἀτέλειαν | |
| πάντων ὧν ἡ πόλις κυρία ἐστὶν καὶ προεδρίαν | |
| 10 | ἐν τοῖς ἀγῶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν |
| καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεί· | |
| ταῦτα δὲ εἶναι καὶ αὐτῶι καὶ τοῖς ἐκγόνοις αὐτοῦ· | |
| τὸ δὲ ψύφισμα ἀναγραφῆναι ἐν τῆι παραστά̣[δι] |