[ ] Ion. — Magnesia am Maiandros — 221/220 v.Chr. — Kern, I.Magnesia (1900) Nr.15
A.8 [ἔδοξε] τῶι δάμωι, γνώμαι προστατᾶν· ἐπειδὴ̣ [τοῦ]
[δάμου] ψάφισμα καὶ πρεσβευτὰν ἀποστείλαντ[ος πο]-
10 [τὶ Μάγ]νητας ὅστις πα[ρ]ακαλέσει αὐτοὺς ἀποσ[τεῖλαι]
[δικαστ]ὰς καὶ γραμματῆ, Μάγνητες συγγενεῖς ὄν[τες καὶ φί]-
[λοι κα]ὶ εὖνοι τῶι δ[ά]μωι διὰ προγόνων ἀκολουθ[ήσαν]-
[τες δὲ τ]οῖς ὑπάρχουσι ταῖς πόλεσι ποθ’ αὑτὰς οἰκ[είοις]
[καὶ φιλα]νθρώποις ἀπέστειλαν δικαστὰς ἄνδρας [καλοὺς]
15 [κἀγα]θοὺς ἑλόμενοι ἀξίους αὐτῶν τε καὶ τοῦ δάμ̣[ου Πρω]-
ίωνα] Ἀνδροτίμου, Αἴγυπτον Ἀναξήνορος, Ἄνδ[ρωνα]
[?Ζήνω]νος τοῦ Κωλωτίωνος, οἵτινες παραγενόμεν[οι ποθ’]
[ἁμὲ κ]αὶ τὰν ἐπιδαμίαν ποιησάμενοι ἀξίως αὑτῶ[ν τε καὶ]
[τᾶς πα]τρίδος τάς τε δίκας ἐδίκασαν ὀρθῶς καὶ δικαί[ως καὶ]
20 [ἀκολού]θως τοῖς νόμοις οὓς δὲ καὶ συνέλυσαν τῶν ἐν [τοῖς]
[ἐγκλή]μ̣ασιν ὄντων, πᾶσαν φιλοτιμίαν ποτιφερόμε[νοι εἰς]
[πάντα· ὁ γρ]αμ[μ]ατεὺς δὲ αὐτῶν Κράτης Κράτητος τοῦ Κρ[άτη]-
[τος ἐπε]τέλ[ε]σεν τὰν καθ’ αὑτὸν χρείαν μετὰ πάσας [σπουδᾶς]
[καὶ] φιλο[τι]μίας· ὅπως οὖν καὶ ὁ δᾶμος τοῖς ἐπακ[ολουθήσα]-
25 [σι] τᾶι [π]αρακλήσει αὐτοῦ ἀποδιδῶι τιμὰς καὶ [χάριτας τὰς]
[καταξία]ς· δεδόχθαι τῶι δάμωι· ἐπαινέσαι μ̣[ὲν Μάγνητας]
[καὶ στεφανῶ]σαι χρυσέῳ στεφάνωι ἀρετᾶς ἕνεκα [καὶ εὐνοίας]
[ἇς ἔχοντες δι]ατελεῦντι ποτὶ Κνιδίους καὶ ἐπὶ τ[ᾶι ἀποστολᾶι]
[τῶν τε δικαστῶν] καὶ τοῦ γραμματέως, ἐπα[ινέσαι δὲ]
30 [καὶ τοὺς δικαστὰς] καὶ στεφανῶσαι ἕκαστον αὐτ[ῶν]
[                 ]να̣ι κ̣[αὶ                      ]
Search Help
Contact Us