[ ] Karien — Knidos (Tekir) — Frühe Kaiserzeit
1 ἀρητῆρα θεῆς ἐρατῆς Κνιδίης Ἀφροδίτ[η]ς
  ἤθεσιν ἠδὲ λόγων ΑΜΦΑΡ̣ΕΤΗΠΡΟ[   ]Μ̣Η̣Ν
βουλὴ καὶ δῆμος Δαμόξενον οὕνεκε [  ]ΑΡΤΑΣ
  τήρησεν πάτρῃ κῦδος ἐλευθερίης
5 ἀθανάτων ζαθεῇσι προμηθεΐῃσι Σεβασ[τῶ]ν
  Ῥώμῃ σωσαμένων μητέρα Δωριέαν
Search Help
Contact Us