[ ] Karien — Knidos (Tekir) — 2. Hälfte 2. Jh. n.Chr. — CIG II Nr.2653
See also:
1      ἁ βουλὰ καὶ ὁ δᾶμος
Αὐρηλίαν Εἰρήνην, θυγατέρα μὲν
Νεικάδα, γυναῖκα δὲ τοῦ πάντα
ἀρίστου Μαρ. Αὐρ. Εὐδόξου δίς,
5 ἱερέως διὰ βίου τοῦ μεγίστου καὶ ἐν-
φανεστάτου θεοῦ Ἡλίου καὶ δαμι-
ουργοῦ, ἀρετᾷ βίου καὶ σωφροσύνα̣
κεκοσμαιμέναν, πανηγυριαρχήσασαν
φιλοτείμως καὶ ἐπιφανῶς, τὰν τει-
10 μὰν ἀναστάντος ἐκ τῶν ἰδίων
τοῦ ἀνδρὸς αὐτᾶς καθὰ τᾷ πατρίδι
ὑπέσχετο·
             θεοῖς
Search Help
Contact Us