[ ] Äg.Inseln — Astypalaia — 6 v.Chr. — IG XII,3.174; RDGE 341,67
0 [                                     ]
[δημι]ο̣ργοῦ δὲ Καιρογένευς Λευ[κ]α̣θέο̣υ̣.
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸς Σεβαστὸς ἀρχιερεὺς
ὕπατος τὸ δωδέκατον ἀποδεδειγμένος
καὶ δημαρχικῆς ἐξουσίας τὸ ὀκτωικαιδέκατον {²⁶ὀκτωκαιδέκατον}²⁶
5 Κνιδίων ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσ-
βεις ὑμῶν Διονύσιος βʹ καὶ Διονύσιος βʹ τοῦ Διονυ-
σίου ἐνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ ψήφισμα ἀποδόντες
κατηγόρησαν Εὐβούλου μὲν τοῦ Ἀναξανδρίδα τεθνει-
ῶτος ἤδηι {²⁶ἤδη}²⁶, Τρυφέρας δὲ τῆς γυναικὸς αὐτοῦ παρούσης,
10 περὶ τοῦ θανάτου τοῦ Εὐβούλου τοῦ Χρυσίππου. {²vac.}² ἐγὼι {²⁶ἐγὼ}²⁶
δὲ ἐξετάσαι προστάξας Γάλλωι Ἀσινίωι τῶι ἐμῶι φίλωι
τῶν οἰκετῶν τοὺς ἐνφερομένους τῆι αἰτίᾳ διὰ β̣α-
σάνων ἔγνων Φιλεῖνον τὸν Χρυσίππου τρεῖς νύ-
κτας συνεχῶς ἐπεληλυθότα τῆι οἰκίᾳ τῆι Εὐβού-
15 λου καὶ Τρυφέρας μεθ’ ὕβρεως καὶ τρόπωι τινὶ πολι-
ορκίας, τῆι τρ̣ίτηι δὲ συνεπηιγμένον {²⁶συνεπηγμένον}²⁶ καὶ τὸν ἀδελ-
φὸν Εὔβουλον, τοὺς δὲ τῆς οἰκίας δεσπότας Εὔβου-
λον καὶ Τρυφέραν, ὡς οὔτε χρηματίζοντες πρὸς
τὸν Φιλεῖνον οὔτε ἀντιφραττόμενοι ταῖς προσ-
20 βολαῖς ἀσφαλείας ἐν τῆι ἑαυτῶν οἰκίαι τυχεῖν ἠδύναν-
το, προστεταχχότας {²⁶προστεταχότας}²⁶ ἑνὶ τῶν οἰκετῶν οὐκ ἀποκτεῖ-
ναι ὡς ἴσως ἄν τις ὑπ’ ὀργῆς οὐ[κ] ἀδίκου προήχθηι {²⁶προήχθη}²⁶, ἀλ-
λὰ ἀνεῖρξαι κατασκεδάσαντα τὰ κόπρια αὐτῶν· τὸν
δὲ οἰκέτην σὺν τοῖς καταχεομένοις εἴτε ἑκόντα
25 εἴτε ἄκοντα —— αὐτὸς μὲν γὰρ ἐνέμεινεν ἀρνούμενο[ς] ——
ἀφεῖναι τὴν γάστραν, τὸν Εὔβουλον ὑποπεσεῖν δικαιό-
τερον ἂν σωθέντα τἀιδελφοῦ {²⁶τἀδελφοῦ}²⁶. πέπονφα δὲ ὑμεῖν καὶ α[ὐ]-
τὰς τὰς ἀνακρίσεις. {²vac.}² ἐθαύμαζον δ’ ἄν, πῶς εἰς τόσον
ἔδεισαν τὴν παρ’ ὑμεῖν ἐξετασίαν τῶν δούλων οἱ φ[εύ]-
30 γοντες τὴν δίκην, εἰ μή μ̣οι σφόδρα αὐτοῖς ἐδόξ[ατε]
χαλεποὶ γεγονέναι καὶ πρὸς τὰ ἐναντία μισοπόνη[ροι],
μὴ κατὰ τῶν ἀξίων πᾶν ὁτιοῦν παθεῖν, {²vac.}² ἐπ’ ἀλλο[τρίαν]
οἰκίαν νύκτωρ μεθ’ ὕβρεως καὶ βίας τρὶς ἐπεληλυ[θό]-
των καὶ τὴν κοινὴν ἁπάντων ὑμῶν ἀσφάλειαν [ἀναι]-
35 ρούντων ἀγανακτοῦντες, ἀλλὰ κατὰ τῶν καὶ ἡν̣[ίκ’ ἠ]-
μύνοντο ἠτυχηκότων, ἠδικηκότων δὲ οὐδ’ ἔστ[ιν ὅ τι].
ἀλλὰ νῦν ὀρθῶς ἄν μοι δοκεῖτε ποιῆσαι τῆι ἐμῆι π[ερὶ τού]-
των γνώιμηι {²⁶γνωμηι}²⁶ προνοήσαντες καὶ τὰ ἐν τοῖς δημ[οσίοις]
ὑμῶν ὁμολογεῖν γράμματα.   ἔρρωσθε.
Search Help
Contact Us