Honorary inscription for Claudius by Eratophanes Chareinou of Rhodes; no date; found at Kys: *Cousin & Deschamps, BCH 11, 1887, 306-308, no. 1.  
[ ] BCH 1887, 306-8, no. 1
1 Τιβέριον Κλαύδιον Καίσαρα Γερμανικὸν αὐτο-
κράτορα Θεὸν Σεβαστόν, ἀρχιερέα μέγιστον,
δημαρχικῆς ἐξουσίας τὸ δωδέκατον, ὕπατον τὸ πέν-
πτον, αὐτοκράτορα τὸ εἰκοστὸν καὶ ἕκτον, πατέρα πατρί-
5 δος, Ἐρατοφάνης Χαρείνου Ῥόδιος ὁ ἐνεστὼς στεφα-
νηφόρος καὶ ἱερεὺς τοῦ θεοῦ Σεβαστοῦ καὶ ἀρχηγέτου
τῆς πόλεως Διὸς Ἐλευθερίου, ἐὼν δὲ καὶ γυμνασίαρ-
χος καὶ ἐλαιοθετήσας, λούσας δὲ καὶ τὸ βαλανεῖον, ἐν δὲ
τῷ αὐτῷ ἐνιαυτῷ καὶ ἀγορανομῶν καὶ παρασχόμενος ἐν τῇ
10 [ἀ]ρχῇ παράπρασιν τῶν ἐν τῇ ἀγορᾷ πωλουμένων, ἐπευωνίσας,
[ἐ]π̣ιτελέσας δὲ καὶ τὰς θυσίας τοῖς τε θεοῖς καὶ τοῖς Σε[β]-
[ασ]τ̣οῖς ὑπὲρ τῆς τοῦ οἴκου αὐτῶν εἰς ἅπαντα τὸν αἰῶνα δι-
[αμο]ν̣ῆς καὶ ὑγείας, ποιησάμενος δὲ καὶ ἕτερα ἀναλώμα-
[τα ἐ]κ̣ τῶν ἰδίων καὶ ἐπανγελίας ἀργυρικὰς ἐπὶ τῇ κοινῇ τῶν πο-
15 [λι]τ̣ῶν ὠφελίᾳ, καὶ στεφανωθεὶς ὑπὸ τῆς Ῥοδίων βουλῆς
[ἐ]π̣ὶ τῇ εἰς τὸν Σεβαστὸν εὐσεβείᾳ χρυσέῳ στεφάνῳ
καὶ ἀνδριάντι καὶ προσώπου ἀργυρέου ἀναθέσει,
καὶ τειμηθεὶς ὑπὸ τοῦ δήμου τοῦ Κυειτῶν ταῖς {μεγίσ}-
{ταις} μεγίσταις ἐκ τῶν νόμων τειμαῖς ἐπὶ τῇ εἰς τὸν Σεβασ-
20 τὸν εὐσεβείᾳ καὶ τῇ εἰς τοὺς πολείτας ἀνυπερ-
βλήτῳ ἐκτενείᾳ, τὸν πάντων ἀνθρώπων σωτῆρα
καὶ εὐεργέτην καθιέρωσεν ἐκ τῶν ἰδίων καὶ ἡ γυνὴ
αὐτοῦ Ἀμμίας Ἰάσονος Ῥοδία καὶ τὰ τέκνα αὐτῶν Φανί-
[ας] καὶ Χαρεῖνος καὶ Ἀρτεμὼ καὶ Μηνίας Ἐρατοφένευς Ῥόδιοι
25 εὐσεβείας ἕνεκεν καὶ εὐχαριστίας·
vacat θεοῖς καὶ τῷ Κυειτῶν δήμῳ.
Search Help
Contact Us