Record of lease of land by Hermokrates Artemidorou et al.; prob. III; found at Hyllarima: *Laumonier, BCH 58, 1934, 372-376, no. 39.C (PH); **Robert, BCH 58, 1934, 516 (ll. 14-15).  
[ ] BCH 1934, 372-76, no. 39C
1 Ἑρμοκράτης
Ἀρτεμιδώρου
ἐμισθώσατο εἰ[ς]
πατρικὰ τὰ κτήμα[τα]
5 τά τε ἐγ Κορέλλοι[ς,]
τὰ ὄντα τοῦ Ἀπό[λ]-
λωνος καὶ τῆς
Ἀρτέμιδος πάν[τα,]
δραχμῶν ἕκατο[ν]
10 μίας, καὶ τὰ ἐν Κα[․]
νάροις, δραχμῶ[ν]
χιλιῶν ἕκατον ἐ[νε]-
νήκοντα· ἐμισθώ[σα]-
το δὲ καὶ τὰ ἐν Σιν[υ]-
15 ρι, τὰ ὄντα τοῦ Σι[νυρι,]
ἐπὶ τοῖς αὐτοῖς, δρα-
χμῶν τριακοσιῶν
τριάκοντα δύο·
Ἀριστείδης Ἀρτέμω-
20 νος ἐμισθώσατο [εἰς]
πατρικὰ τὰ κτήματ[α]
τὰ παρὰ τὸν ποταμ[όν,]
δραχμῶν ἕκατον
τεσσαράκοντα·
25 Ἀριστέας Ἀρχικλέ[ους]
ἐμισθώσατο ἐν Τ̣[ε]-
μήσσωι? γὴν εἰς π[ατρι]-
κὰ Ἀρτεμιδώ̣[ρωι.]
Search Help
Contact Us