Honorary inscription for Ammia Cha[r]mido[u by demos,] on marble base; 1/3; found at Herakleia Salb.: MAMA VI 119 (PH); BE 1939:361; *Robert, La Carie II no. 66.  
[ ] Robert, La Carie II no. 66
1 [ὁ δῆμος ἐτείμησεν]
Ἀμμίαν Χα̣[ρ]μίδο̣[υ, πρύ]-
τανιν καὶ στεφανηφό-
ρον, μίαν τῶν εὐγενεσ-
5 τάτων ἀπὸ προγό-
νων βουλευτῶν, ἁγνὴν
καὶ σώφρονα καὶ κεκοσ-
μημένην πάσῃ ἀρετῇ
ἤθεσι καὶ φιλανδρίᾳ,
10 γυναῖκα Γαΐου Ἀβουρνί-
ου Εὐτυχιανοῦ πρυτά-
νεως καὶ στεφανηφόρου,
δοῦσαν καὶ αὐτὴν δια-
νομὰς ταῖς τε τῶν βου-
15 λευτῶν καὶ πολειτῶν
γυναιξὶ πάσαις, διὰ
τὴν παντὸς τοῦ γέ-
νους αὐτῆς πρὸς τὴν
πατρίδα εὔνοιάν τε
20 vacat καὶ τειμήν.
Search Help
Contact Us