Honorary decree of koin[on] of Telmissos for Posideos
Posideou; II1; found at Dağbelen: *Hicks, JHS 14, 1894, 377-380;
Michel 459; Oppermann, Zeus Panamaros p. 13, no. 2; **Şahin &
Engelmann, ZPE 34, 1979, 220, no. 7 (ll. 7-8, 15, 17, 22-25); SEG
29, 1087.
[ ]
JHS 14, 1894, 377-80
| 1 | ἔ[δ]ο[ξε]ν τῶ[ι] κοιν[ῷ] Τελμισσέων· ἐπειδὴ Ποσίδεος Ποσιδέου |
| ὑπάρχων ἀνὴρ καλὸς καὶ ἀγαθὸς καὶ εὐσεβῶς μὲν διακείμε- | |
| νος τὰ πρὸς τὸν Ἀρχηγέτην τοῦ γένους Ἀπόλλωνα Τελ- | |
| μισσῆ φιλοστόργως δὲ τὰ πρὸς πάντας Τελμισσεῖς καὶ | |
| 5 | γενόμενος στεφανηφόρος εὐσεβῶς καὶ ὁσίως ἐπετέλ<ε>- |
| σεν τὰς θυσίας καὶ ἐκαλλιέρησεν ὑπέρ τε τοῦ κοινοῦ Τελμισ- | |
| σέων καὶ τῆς πόλεως, μετά τε ταῦτα ἀνεδέξατο ἑκουσίως | |
| τὴν αὐτὴν πάλιν λειτουργίαν δαπάνη̣ς μὲν οὑδεμιᾶς λόγον | |
| ποιούμενος τῆς δὲ πρὸς τὸ θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὸ | |
| 10 | κοινὸν φιλοστοργίας τὴν μεγίστην πρόνοιαν ποιούμενο[ς] |
| καθότι προδεδήλωται οὐθένα τε καιρὸν παραλείπων τῆς | |
| πρὸς τὸ Τελμισσέων πλῆθος εὐνοίας· ἐπιβαλομένων <δὲ> | |
| τινῶν διαμφισβητεῖν, τῶν ἱερῶν χωρίων παρακληθεὶς ὑπὸ | |
| τοῦ κοινοῦ ἀνεδέξατο τὴν ἐκδικίαν καὶ διὰ τῆς ἑαυτοῦ | |
| 15 | [σ]πουδῆς ἀποκατέστησε τῶι θεῶι τὴν χώραν, ἐξ ἧς τάς τε |
| [θ]υσίας καὶ τιμὰς τῶι Ἀπόλλωνι συμβέβηκεν ἐπιτελεῖσθαι, πάλιν | |
| [δ]ὲ ἐπιβαλομένων τινῶν καταλῦσαι τὰ δεδομένα τίμια | |
| [τ]ῶι κοινῶι καὶ ἀφελέσθαι τὴν ὑπάρχουσαν ἐκ παλαιῶν | |
| [χρ]όνων Τελμισσεῦσιν ἀτέλειαν ὑπέμεινεν ἑκουσίως | |
| 20 | [ἔκ]δικος καὶ διὰ τῆς ἑαυτοῦ προσεδρείας ἀποκατέστησεν εἰς |
| [τὴν] ἐξ ἀρχῆς ὑπάρξασαν Τελμισσεῦσιν κα[τ]ὰ προτιμὴν ἀτέλειαν | |
| [οὐ] περικάμψας οὔτε ἀπέχθειαν οὔτε εἰς δικαστήρια τὰ ἐνταῦθα | |
| [ὑπάρχοντα?] | |
| οὔτε τὰς ἐπὶ τὰ ἔκκλητα ἐκδικίας ἀλλὰ ἐν πλείονι [—] | |
| 25 | [— τὴν πρὸς] τὸ θεῖον εὐσέβειαν καὶ τὴν πρὸς πάν[τας] |
| [— τὰ ἀ]π̣ογεγραμμένα ἐπ̣ετέλει [—] |