Fragment of honorary decree (of Halikarnassos) for
[Philodemos Drakontos?], who served as envoy; 11?; found at
Halikarnassos: *Cousin & Diehl, BCH 14, 1890, 97-99, no. 4.
[ ]
BCH 1890, 97-99, no. 4
1 | [․c.4․ πεπ]ρεσβευκότα ․[—] |
[․․ τ]ὸ γῆρας καὶ τὴν ἀσθέ[νειαν —] | |
[․․] πεπεικότα τοῖς δικαίοις ὥστε ἀνθ’ ὧν ἐπιάσθ[ημεν δηναρίων] | |
[ἓ]ξ μυριάδων οὐ καθηκόντως, ἵνα τὰ ἐπιβάλλοντα δῶμεν δ[η]- | |
5 | [ν]άρια μύρια καὶ ἐκ τῆς ἐπικρίσεως τῶν προγεγραμμένων ἡγεμ[ό]- |
νων καὶ πρὸς τὸ λοιπὸν εἰσφέρωμεν κατὰ τὴν δύναμιν καὶ μ[ὴ] | |
κατισχυώμεθα, τετειμῆσθαι πάλιν αὐτὸν ταῖς μεγίσταις | |
τειμαῖς αἷ<ς> ἤδη πλεονάκις ὑπὸ τῆς πόλεως τετείμηται, χάριν τοῦ | |
καὶ ἑτέρους προτ<ρέ>πεσθαι πρὸς ἀρετὴν καὶ πρὸς τὰ κάλλιστα τῶν | |
10 | ἔργων, καὶ χάριν τοῦ τὴν μνήμην μένειν ἀθάνατον τῶν ὑπὲρ τῆς |
πατρίδος ὑπ’ αὐτοῦ κατωρθωμένων, καὶ χάριν τοῦ καλοῦ τῶν τέ- | |
κνων αὐτοῦ καὶ τῶν ἐγ<γ>όνων· τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσμ[α]- | |
τος ἐν τρισὶν στήλαις ἀναγράψαι καὶ ἀναστῆσαι ταύτας ἐν τοῖς ἐ- | |
πισημοτάτοις τόποις μετὰ τῶν λοιπῶν αὐτοῦ τειμῶν, ἑλέσ- | |
15 | θαι δὲ ἄνδρας ἀγαθοὺς δύο τοὺς ἐπειμελησομένους τῆς ἀ- |
ναγραφῆς τοῦ ψηφίσματος καὶ τῆς ἀναστάσεως τῶν στηλῶν, | |
τὴν δὲ ἐσομένην εἰς ταῦτα δαπάνην ἐξοδιασθῆναι ἐκ τοῦ λό- | |
γου τῆς πόλεως ὑπὸ τῶν εἰς τὸν ἐχόμενον ἐνιαυτὸν καταστα- | |
θησομένων στρατηγῶν. εἱρέθησαν ἐπὶ τῆς τῶν στηλῶν κατα- | |
20 | σκευῆς τε καὶ ἀναθέσεως Διονύσιος Ἕρμωνος, Ἑκαταῖος Θέωνος. |