Honorary decree of boule and demos (of Halikarnassos) for
Leontiskos Leontos of Alexandria; III1; found at Halikarnassos:
*Şahin, ZPE 20, 1976, 19-20, no. 1 (PH); SEG 26, 1222.
[ ]
ZPE 20, 1976, 19-20, no. 1
| 1 | [ἐπὶ] νεωποιοῦ Μητροδώρου τοῦ Λε[ον]- |
| [τ]ιάδου, μηνὸς Ἀνθεστηριῶνος δεκάτη[ι ἀ]- | |
| νομένου, ἐπὶ πρυτανείας τῆς μετὰ Πολυκ̣[λεί]- | |
| του τοῦ Πολυκλείτου, γραμματεύοντος | |
| 5 | Ἀγοράνακτος τοῦ Χαρμύλου, ἔδοξεν |
| τῆι βουλῆι καὶ τῶι δήμωι, γνώμη πρυτανέω[ν·] | |
| ἐπειδὴ Λεοντίσκος Λέοντος Ἀλεξανδρε[ὺς] | |
| εὔνους καὶ πρόθυμος ὢν διατελεῖ ἐμ παντ[ὶ] | |
| καιρῶι περὶ τὴν πόλιν καὶ ἰδίαι τε ἑκάστου[ς] | |
| 10 | τῶν πολιτῶν τοῖς ἐντυγχάνουσιν χρε[ί]- |
| ας παρέχεται καὶ κοινῆι τῆι πόλει τὰ συμφέ- | |
| ροντα πράσσει, δεδόχθαι· ἐπηινῆσθαί τε | |
| αὐτὸν̣ [ἀρε]τ̣ῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχω[ν] | |
| δια[τελεῖ κοι]ν̣ῆι τε περὶ τὴν πόλιν καὶ ἰδίαι̣ | |
| 15 | [τοὺς ἐντυγ]χ̣άνοντας αὐτῶι τῶ̣[ν πολι]- |
| [τῶν· εἶναι πρόξενον καὶ ε]ὐ̣εργέτην̣, [δεδόσ]- | |
| [θαι δὲ αὐτῶι καὶ πολιτείαν· κ̣α̣ι ἔγ̣[κτησιν] | |
| [γῆς καὶ οἰκίας· —] |