Decree of [boul]e and d[e]mos (of Halikarnassos) concerning priesthood of Artemis Per[ga]ia; III, inscribed I?; found at Halikarnassos: CIG 2656; Syll1 371; Michel 453; Syll2 601; *GIBM 895; **Syll3 1015 (ll. 4, 21, 25, 28, 34-35); Sokolowski, LSAM 73; SEG 15, 636; SEG 16, 701.  
[ ] GIBM 895
1 [ἐπὶ] ν̣εωποίου Χαρμύλου τοῦ Διαγόρου μηνὸς Ἡρακλείου
[ἐπὶ] πρυτανείας τῆς μετὰ Μενεκλεῦς τοῦ Φορμίωνος
[γρ]αμματεύοντος Διοδότου τοῦ Φιλονίκου ἔδοξεν
[τῇ βουλ]ῇ καὶ τῶι δήμωι, γνώμη πρυτάνεων· ὁ̣ πριάμε-
5 [νο]ς [τ]ὴν ἱερητείαν τῆς Ἀρτέμιδος τῆς Περγαίας πα[ρ]-
[έξ]εται ἱέρειαν ἀστὴν ἐξ ἀστῶν ἀμφοτέρων ἐπὶ
[τρε]ῖς γενεὰς γεγενημένην καὶ πρὸς πατρὸς καὶ πρὸς
[μη]τρός, ἡ δὲ πριαμένη ἱεράσεται ἐπὶ <ζ>ωῆς τῆς αὑτῆς
καὶ θύσει τὰ ἱερὰ τὰ δημό[σ]ια καὶ τὰ ἰδιωτικὰ καὶ λήψε-
10 ται τῶν θυομ̣ένων δημοσίαι ἀφ’ ἑκάστου ἱερείου κω-
λῆν καὶ τὰ ἐπὶ κω<λ>ῆι νεμόμενα καὶ τεταρτημορί-
δα σπλάγχνων καὶ τὰ δέρματα, τῶν δὲ ἰδιωτι-
κῶν λήψεται κωλῆν καὶ τὰ ἐπὶ κωλῇ νεμόμενα
καὶ τεταρτημορίδα σπλάγχνων· τοὺς δὲ ταμ-
15 ίας διδόναι τοῖς πρυτάνεσιν εἰς τ<ὴ>ν θυσίαν
τῆς Ἀρτέμιδος ἐντελε<ῖ>ς δραχμὰς τριάκον-
τα, <π>αρασκευάζειν δὲ τὴν θυσίαν τὰς γυναῖκας
τὰς τῶν πρυτάνεων λαβούσας τὸ ἐκ τ<ῆς> πό<λ>εως
διδόμενον τῶν πρυτανευόντων τὸμ μῆνα τὸν
20 Ἡράκ<λ>ειον, τὴν δὲ θυσίαν συντε<λ>είτω μηνὸς Ἡρα-
κλείου δωδεκάτηι.  ἔστω δὲ <ἡ ἱ>έρεια ἰσόμοιρος ἐν̣
ταῖς γυναιξὶν τῶν πρυτάνεων τῶν θυομένων
δημοσίαι· ποιείσθω δὲ ἡ ἱέρεια καθ’ ἑκάστην νου-
μηνίαν ἐπικουρίαν ὑπὲρ πόλεως λαμβάνουσα
25 δρακμὴν παρὰ τῆς πόλεως· <ἐ>ν ᾧ <δ>ὲ μηνὶ ἡ θυσία
[σ]υντε<λ>εῖται ἡ δημοτελὴς ἀγειρέτω πρὸ <τ>ῆς θυ[σί]-
ας ἡμέρας τρεῖς ἐπ’ οἰκίαν μὴ πορ<ε>υομένη, ὁ δὲ ἀ-
γερμὸς ἔστω τῆς ἱερείας· κατ<α>σκευᾶται <δ>ὲ ἡ ἱέ-
ρεια <κα>ὶ τὸ ἱερόν, οὗ ἂν βούληται, κατασκευασάτω
30 δὲ καὶ θησαυρὸν τῆι θεῶι, ἐνβαλλέτωσαν δὲ οἱ
θύοντες ἐπὶ μὲν τῶ<ι> τελείωι ὀβολοὺς δύο, ἐπὶ
δὲ γαλα<θ>εινῶι ὀβολόν, ἀνοιγόντων δὲ οἱ ἐξε-
τασταὶ κατ’ ἐνιαυτ<ὸ>ν τὸν θησαυρὸν καὶ δι<δ>όν-
των τῆι ἱερείαι εἴς τε τὴν ἐπικουρίαν {κ<α>ὶ <ε>ἰς}
35 {[ἱ]ματισμὸν} καὶ εἰς ἱματισμὸν καὶ εἰς σ[—]
․μα․․․․․․․c.18․․․․․․․[—]
Search Help
Contact Us