Decree of [boul]e and d[e]mos (of Halikarnassos) concerning
priesthood of Artemis Per[ga]ia; III, inscribed I?; found at
Halikarnassos: CIG 2656; Syll1 371; Michel 453; Syll2 601; *GIBM
895; **Syll3 1015 (ll. 4, 21, 25, 28, 34-35); Sokolowski, LSAM
73; SEG 15, 636; SEG 16, 701.
[ ]
GIBM 895
| 1 | [ἐπὶ] ν̣εωποίου Χαρμύλου τοῦ Διαγόρου μηνὸς Ἡρακλείου |
| [ἐπὶ] πρυτανείας τῆς μετὰ Μενεκλεῦς τοῦ Φορμίωνος | |
| [γρ]αμματεύοντος Διοδότου τοῦ Φιλονίκου ἔδοξεν | |
| [τῇ βουλ]ῇ καὶ τῶι δήμωι, γνώμη πρυτάνεων· ὁ̣ πριάμε- | |
| 5 | [νο]ς [τ]ὴν ἱερητείαν τῆς Ἀρτέμιδος τῆς Περγαίας πα[ρ]- |
| [έξ]εται ἱέρειαν ἀστὴν ἐξ ἀστῶν ἀμφοτέρων ἐπὶ | |
| [τρε]ῖς γενεὰς γεγενημένην καὶ πρὸς πατρὸς καὶ πρὸς | |
| [μη]τρός, ἡ δὲ πριαμένη ἱεράσεται ἐπὶ <ζ>ωῆς τῆς αὑτῆς | |
| καὶ θύσει τὰ ἱερὰ τὰ δημό[σ]ια καὶ τὰ ἰδιωτικὰ καὶ λήψε- | |
| 10 | ται τῶν θυομ̣ένων δημοσίαι ἀφ’ ἑκάστου ἱερείου κω- |
| λῆν καὶ τὰ ἐπὶ κω<λ>ῆι νεμόμενα καὶ τεταρτημορί- | |
| δα σπλάγχνων καὶ τὰ δέρματα, τῶν δὲ ἰδιωτι- | |
| κῶν λήψεται κωλῆν καὶ τὰ ἐπὶ κωλῇ νεμόμενα | |
| καὶ τεταρτημορίδα σπλάγχνων· τοὺς δὲ ταμ- | |
| 15 | ίας διδόναι τοῖς πρυτάνεσιν εἰς τ<ὴ>ν θυσίαν |
| τῆς Ἀρτέμιδος ἐντελε<ῖ>ς δραχμὰς τριάκον- | |
| τα, <π>αρασκευάζειν δὲ τὴν θυσίαν τὰς γυναῖκας | |
| τὰς τῶν πρυτάνεων λαβούσας τὸ ἐκ τ<ῆς> πό<λ>εως | |
| διδόμενον τῶν πρυτανευόντων τὸμ μῆνα τὸν | |
| 20 | Ἡράκ<λ>ειον, τὴν δὲ θυσίαν συντε<λ>είτω μηνὸς Ἡρα- |
| κλείου δωδεκάτηι. ἔστω δὲ <ἡ ἱ>έρεια ἰσόμοιρος ἐν̣ | |
| ταῖς γυναιξὶν τῶν πρυτάνεων τῶν θυομένων | |
| δημοσίαι· ποιείσθω δὲ ἡ ἱέρεια καθ’ ἑκάστην νου- | |
| μηνίαν ἐπικουρίαν ὑπὲρ πόλεως λαμβάνουσα | |
| 25 | δρακμὴν παρὰ τῆς πόλεως· <ἐ>ν ᾧ <δ>ὲ μηνὶ ἡ θυσία |
| [σ]υντε<λ>εῖται ἡ δημοτελὴς ἀγειρέτω πρὸ <τ>ῆς θυ[σί]- | |
| ας ἡμέρας τρεῖς ἐπ’ οἰκίαν μὴ πορ<ε>υομένη, ὁ δὲ ἀ- | |
| γερμὸς ἔστω τῆς ἱερείας· κατ<α>σκευᾶται <δ>ὲ ἡ ἱέ- | |
| ρεια <κα>ὶ τὸ ἱερόν, οὗ ἂν βούληται, κατασκευασάτω | |
| 30 | δὲ καὶ θησαυρὸν τῆι θεῶι, ἐνβαλλέτωσαν δὲ οἱ |
| θύοντες ἐπὶ μὲν τῶ<ι> τελείωι ὀβολοὺς δύο, ἐπὶ | |
| δὲ γαλα<θ>εινῶι ὀβολόν, ἀνοιγόντων δὲ οἱ ἐξε- | |
| τασταὶ κατ’ ἐνιαυτ<ὸ>ν τὸν θησαυρὸν καὶ δι<δ>όν- | |
| των τῆι ἱερείαι εἴς τε τὴν ἐπικουρίαν {κ<α>ὶ <ε>ἰς} | |
| 35 | {[ἱ]ματισμὸν} καὶ εἰς ἱματισμὸν καὶ εἰς σ[—] |
| ․μα․․․․․․․c.18․․․․․․․[—] |