[ ] ML 32
1 τάδε ὁ σύλλο[γ]ος ἐβολεύσατο
ὁ Ἁλικαρναͳέ[ω]ν {²⁶Ἁλικαρνασσέων}²⁶ καὶ Σαλμακι-
τέων καὶ Λύγδαμις ἐν τῆι ἱερῆ[ι]
ἀγορῆι, μῆνος Ἑρμαιῶνος πέμ-
5 πτηι ἱσταμένο, ἐπὶ Λέοντος πρυ-
ταν[εύον]τος το͂ Ὀαͳαͳιος {²⁶Ὀασσασσιος}²⁶ κα-
[ὶ] Σα[ρυͳ]ώλλο {²⁶Σαρυσσώλλο}²⁶ το͂ Θεκυΐλω νε-
[ωπ]οί[ος τ]ὸς μνήμονας μὴ παρ[α]-
διδό[ναι] μήτε γῆν μήτε οἰκ[ί]-
10 [α] τοῖς μνήμοσιν ἐπὶ Ἀπολλω-
νίδεω το͂ Λυγδάμιος μνημονε-
ύοντος καὶ Παναμύω το͂ Κασβώ-
λλιος καὶ Σαλμακιτέων μνη-
μονευόντων Μεγαβάτεω το͂ Ἀ-
15 φυάσιος καὶ Φορμίωνος το͂ Π[α]-
νυάͳιος {²⁶Πανυάσσιος}²⁶.  ἢν δέ τις θέληι δικάζε-
σθαι περὶ γῆς ἢ οἰκίων, ἐπικαλ[έ]-
τω ἐν ὀκτωκαίδεκα μησὶν ἀπ’ ὅτ[ε]
ὁ ἅδος ἐγένετο· νόμωι δὲ κατάπ[ε]-
20 ρ νῦν ὁρκῶ{ι}σ<α>ι {²⁶ὁρκῶσαι}²⁶ τὸς δικαστάς· ὅ τ[ι]
ἂν οἱ μνήμονες εἰδέωσιν, τοῦτο
καρτερὸν ἐ͂ναι.  ἢν δέ τις ὕστερον
ἐπικαλῆι τούτο το͂ χρόνο τῶν
ὀκτωκαίδεκα μηνῶν, ὅρκον ἐ͂ναι τ-
25 ῶι νεμομένωι τὴν γῆν ἢ τὰ οἰκ-
[ί]α, ὁρκο͂ν δὲ τὸς δικαστὰς ἡμί-
[ε]κτον δεξαμένος· τὸν δὲ ὅρκον εἶ-
[ν]αι παρεόντος το͂ ἐνεστηκότος.  κ-
αρτερὸς δ’ εἶναι γῆς καὶ οἰκίων οἵτινες
30 τότ’ εἶχον ὅτε Ἀπολλωνίδης καὶ Πανα-
μύης ἐμνημόνευον, εἰ μὴ ὕστερο-
ν ἀπεπέρασαν.  τὸν νόμον τοῦτον
ἤν τις θέληι συγχέαι ἢ προθῆτα-
[ι] ψῆφον ὥστε μὴ εἶναι τὸν νόμο-
35 ν τοῦτον, τὰ ἔοντα αὐτο͂ πεπρήσθω
καὶ τὠπόλλωνος εἶναι ἱερὰ καὶ α-
ὐτὸν φεύγεν αἰεί· ἢν δὲ μὴ ἦι αὐτ-
ῶι ἄξια δέκα στατήρων, αὐτὸν [π]-
επρῆσθαι ἐπ’ ἐξαγωγῆι καὶ μη[δ]-
40 αμὰ κάθοδον εἶναι ἐς Ἁλικαρν-
ησσόν.  Ἁλικαρνασσέων δὲ τῶς σ-
υμπάντων τούτωι ἐλεύθερον ε[ἶ]-
ναι, ὃς ἂν ταῦτα μὴ παραβαίνηι κατό-
περ τὰ ὅρκια ἔταμον καὶ ὡς γέγραπτ-
45 αι ἐν τῶι Ἀπολλωί]ωι, ἐπικαλε͂ν.
Search Help
Contact Us