Honorary decree for Philo[ ... ] by boule and demos of Apollo[nia] Salb., on marble block; c. 250/190 BC; found at Apollonia Salb.: *Robert, La Carie II no. 166 (PH); BE 1955:203; SEG 35, 1085.  
[ ] Robert, La Carie II no. 166
0 [— ἔν τε τοῖς]
[πρότερον] χρόνοις εὔ[νους ὢν διετέλει κοινῆι τῶι]
[δήμ]ωι καὶ ἰδίαι ἑκάσ[τωι τῶν πολιτῶν· ταχθεὶς]
[δὲ ἱπ]πάρχης ἐπὶ τῶν παρ’ [ἡμῖν στρατιωτῶν?]
[τὴν π]ᾶσαν εὐταξίαν παρέσ̣[χηται· πρεσβευ]-
5 [τῶν δ]ὲ πεμφθέντων περὶ τῶν [συμφερόντων]
[τῶι δ]ήμωι πρός τε Κτησικλῆν τὸν̣ [․․․c.9․․․]
[․c.5․] καὶ Μένανδρον τὸν διοικητὴ[ν ἐκτενῶς]
[ἑαυτὸ]ν ἐπιδούς, ὅτε οἱ πρεσβευταὶ ἀπῆ[λθον, καὶ]
[συνε]ισπορευόμενος αὐτοῖς ἔσπευδεν εἰ[ς τὸ πάν]-
10 [τα πορι]σθῆναι πε[ρὶ] ὧν ἠξιοῦμεν· ἔτι δὲ καὶ Δ[ημη]-
[τρίου] τοῦ ἐγλογιστοῦ εἰσκαλεσαμένου τοὺς
[πρεσ]βευτὰς ὑπὲρ ὧν ἐμπεφανίκει αὐτῶι Δημή-
[τριος] ὁ τεταγμένος ἐπὶ τῶν ἱερῶν, καὶ διαμ[φι]σβη[τή]-
[σαντο]ς πρὸς αὐτοὺς ὑπὲρ τῶν ἱερῶν κωμῶν [Σ]αλε[ι]-
15 [ων τε] τῶν ὀρεινῶν καὶ Σαλειων τῶν πεδιεινῶ[ν]
[․c.5․]μενος παρεκάλει Δημήτριον μηθὲν τῶν
[προϋπα]ρχόντων τῶι δήμωι κινεῖν ἐπὶ τῆς αὐτο[ῦ] πρα-
[․c.6․․]․ιας, ἀλλ’ ἐᾶν διαμένειν καθάπερ [ἕ]ως
[τοῦ νῦν] καὶ τοῖς μετὰ ταῦτα πεμφθεῖσιν πρε[σ]βε[υ]-
20 [ταῖς περ]ὶ τῶν προδεδηλωμένων κωμῶν οὐ μ[ό]νο[ν]
[ἀκόλο]υθον τοῖς ἐψηφισμένοις προήκατο ἐπι[σ]τ[ο]-
[λὴν π]ρὸς Δημήτριον, ἀλλὰ καὶ ἀπαντήσα̣ς̣
[αὐτῶ]ι διελέγη φιλοτιμότερον καθότι καὶ οἱ [π]ρε[σ]-
[βευτα]ὶ ἀκούσαντες προσεμαρτύρησαν· τὸ δ’ ὅ-
25 [λον ο]ὐ διαλείπει ἀεί τινος ἀγαθοῦ παραίτ[ι]ος
[γινό]μ̣ενος τοῖς πολίταις· δεδόχθαι Ἀπολλω-
ιατ]ῶν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθα[ι] Φιλο-
[․c.3․]α̣ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων
[διατ]ελεῖ εἰς τὸν δῆμον· δεδόσθαι δὲ αὐτ[ῶ]ι τε
30 [καὶ ἐ]κγόνοις πολιτείαν καὶ ἀτέλειαν πάντω[ν]
[ὧν ἡ] πόλις κυρία· καλεῖσθαι δὲ αὐτὸν κα[ὶ] εἰ[ς]
[προε]δρίαν καθ’ ἕκαστον ἐνιαυτὸν καὶ στεφα-
[νοῦσ]θαι χρυσῶι στεφάνωι ἐν τῶι γυμνικῶ[ι] ἀγῶ-
[νι τῶι] συντελουμένωι τῶι βασι̣λ̣[εῖ] Σ̣[ελεύκωι.]
Search Help
Contact Us