[ ] Att. — stoich. 34 — 328/7
1 [θε]οί.
[ἐπ’ Εὐθυκρίτου ἄρ]χοντος, ἱερείως δὲ Ἀνδρο-
[κλέους ἐκ Κεραμ]έων· ἐπὶ τῆς Ἀντιοχίδος ὀγ-
[δόης πρυτανεία]ς, ἧι Πυθόδηλος Πυθοδήλου
5 [․․․․9․․․․ ἐγρα]μμάτευεν· ἕνηι καὶ νείαι π-
[ροτέραι, εἰκοστ]ῆι τῆς πρυτανείας· ἐκκλησ-
[ία· τῶν προέδρων] ἐπεψήφισεν Ἐπιγένης Ἐρο-
[ιάδης· ἔδοξεν τῶ]ι δήμωι· Προκλείδης Παντα-
[λέοντος ἐκ Κερα]μέων εἶπεν· ἀγαθῆι τύχηι ∶
10 [δεδόχθαι τῶι δή]μωι τὰ μὲν ἀγαθὰ δέχεσθαι
[ἃ ἀπαγγέλλει ὁ ἱ]ερεὺς γεγονέναι ἐκ τῶν ἱε-
[ρῶν τῶν τυθέντ]ων, ἐπειδὴ δὲ Ἀνδροκλῆς ἱερ-
[εὺς λαχὼν τῶι Ἀσ]κληπιῶι ἐπιμελεῖται το[ῦ]
τε ἱεροῦ καὶ [τῶν] ἄλλων ὧν αὐτῶι οἱ νόμοι πρ-
15 οστάττουσιν κ[αλ]ῶς καὶ εὐσεβῶς καὶ οἱ λαχ-
όντες ἐπιμελητ[α]ὶ τῆς εὐκοσμίας τῆς περ[ὶ]
τὸ θέατρον ἀπέφη[να]ν αὐτὸν ἐν τῶι δήμω[ι χρ]-
ήσιμον γεγονέναι [αὐτ]οῖς περὶ τὴν ἐπ[ιμέλ]-
ειαν τοῦ θεάτρου· ἐπαιν[έσα]ι Ἀνδροκ[λέα Κλ]-
20 εινίου ἐκ Κεραμέων τὸν ἱερ[έα] τοῦ [σκληπι]-
οῦ καὶ στεφανῶσαι αὐτὸν ἐπ[ειδ]ὰν τ[ὰς εὐθύ]-
νας δῶι χρυσῶι στεφάνωι ἀπὸ ∶Χ[∶ δραχμῶν ἀ]-
ρετῆς ἕνεκα καὶ δικαιοσύνης κα[ὶ δοῦναι]
αὐτῶι τὸν ταμίαν τοῦ δήμου ∶ΔΔΔ[∶ δραχμὰς]
25 εἰς θυσίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσ[ματα ἀν]-
αλισκομένων τῶι δήμωι· τὸν δὲ γραμ[ματεῖα]
τὸν κατὰ πρυτανείαν ἀναγράψαι τόδ[ε τὸ ψή]-
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐ[ν τῶι]
ἱερῶι τοῦ Ἀσκληπιοῦ· εἰς δὲ τὴν ἀναγρ[αφὴν]
30 τῆς στήλης δοῦναι τὸν ταμίαν τοῦ δήμ[ου ∶Δ]-
[Δ]Δ∶ δραχμὰς ὅθεν οἱ νόμοι κελεύουσι[ν].
             vacat 0.014
32 Εὐετίων Αὐτοκλείδου Σφήττιος εἶπ[ε· περὶ]
[ὧ]ν ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστ[ει λέγ]-
[ε]ι περὶ τῶν ἱερῶν ὧν ἔθυεν τῶι Ἀσκληιῶι]
35 [κα]ὶ τοῖς ἄλλοις θεοῖς τοῖς μετ’ αὐτο[ῦ· ἀγαθ]-
[ῆι τύχηι ἐψηφίσθ]αι [τῆ]ι βουλῆι τοὺς [προέδ]-
[ρους οἳ ἂν λάχωσι προε]δρεύειν ἐν τῶ[ι δήμω]-
[ι εἰς τὴν πρώτην ἐκκλησί]αν προσαγαγ[εῖν]
[αὐτὸν πρὸς τὸν δῆμον καὶ] χρηματίσα[ι περὶ]
40 [τούτων, γνώμην δὲ ξυμβά]λλεσθαι τ[ῆς βου]-
[λῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ] τῆι βουλ[ῆι τὰ μ]-
[ὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο]ν ἃ ἀπαγγ[έλλει]
[ὁ ἱερεὺς γεγονέναι ἐν τοῖς] ἱεροῖς [ἐφ’ ὑγιε]-
[ίαι καὶ σωτηρίαι τῆς βουλῆς κ]αὶ τοῦ [δήμου]
— — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us