Honorary inscription for Aelius Aurelius [Menandros,] victorious athlete, by [boule, demos, and gerousia]; imperial; found at Aphrodisias: Fellows, Acct. 311-315, no. 22 (part); CIG 2810b (p. 1112); Leake, TRSL 1843, 238 and 296, no. 13.A-B; Franz, Ann. d. Inst. 19, 1847, 109, no. 8; *LW 1620b; Liermann 88-99, no. 16 (non vidi); BE 1965:364.  
[ ] LW 1620b
0 [ἡ βουλὴ καὶ ὁ δῆμος]
ἐτείμησαν τα[ῖς καλλίσταις]
καὶ μεγίσταις τ[ειμαῖς Μᾶρκον?]
Αἴλιον Αὐρήλιον [Μένανδρον,]
ἀθλήσαντα ἐνδόξως [καὶ ἐπιμελῶς, πλει]-
5 στονείκην, πανκρατι[αστὴν παρά]-
δοξον, ξυστάρχην, γ̣[ένους πρώ]-
του καὶ ἐνδόξου, πρῶ[τον καὶ μό]-
νον τῶν ἀπ’ αἰῶνος∙ ἀγ[ωνισάμε]-
νον∙ τριετίᾳ τὰς τρεῖς κρίσ[εις, παῖδα,]
10 ἀγένειον,∙ ἄνδρα, καὶ νεική[σαντα]
ἱεροὺς καὶ ταλαντιαίους κ[αὶ πλείσ]-
τους ἄλλους ἀγῶνας.
Νέαν πόλιν Σεβαστὰ παίδων Κλα<υ>-
διανῶν πανκράτιν,∙ Νέμεια παίδων
15 πανκράτιν, Ἴσθμια ἀγενείων πανκρά-
τιν,∙ Ἔφεσον Βαλβίλληα ἀγενείων
πανκράτιν, ἱερὰν Πέργαμον κοινὸν
Ἀσίας ἀνδρῶν πανκράτιν, Ἔφεσον
Βαλβίλληα ἀνδρῶν πανκράτιν, Σμύρ-
20 ναν κοινὸν Ἀσίας ἀνδρῶν πανκράτιν,
ἑβδόμῃ Παναθηναΐδι Παναθήναια
ἀνδρῶν πανκράτιν πρῶτον Ἀφροδει-
σιέων, Νέμεια ἀνδρῶν πανκράτιν,
καὶ τὰ ἑξῆς Νέμεια ἀνδρῶν πανκρά-
25 τιν, ἱερὰν∙ Ὀλύμπεια∙ ἐν Ἀθήναις ἀν-
δρῶν πανκράτιν πρῶτον Ἀφροδεισι-
έων,∙ Πύθια ἀνδρῶν πανκράτιν,
Ῥώμην Καπετώλεια∙ Ὀλύμπια ἀνδρ-
ῶν πανκράτιν πρῶτον Ἀφροδεισιέων.
30 [—]εν
[—]ον ἀ-
[νδρῶν πανκράτιν πρῶτον Ἀφ]ροδει-
[σιέων, — κοι]νὸν Ἀσί-
[ας ἀνδρῶν πανκράτι]ν̣, Μιτυλή-
35 [νην ἀνδρῶν παν]κράτιν, Ἀδρα-
[μύττιον ἀνδρῶ]ν πανκράτιν,
[— ἀνδ]ρῶν πανκράτιν,
[—]α ἀνδρῶν πανκράτιν,
[Νεικομήδ]ειαν ἀνδρῶν παν-
40 κράτιν, <Ν>εικέαν ἀνδρῶν παν-
κράτιν, Προυσιάδα ἀνδρῶν
πανκράτιν, Κλαυδιόπολιν βʹ
ἀνδρῶν πανκράτιν, Ἀνκύραν
[τ]ῆς Γαλατίας ἀνδρῶν πανκρά-
45 τιν, Πεσσινοῦντα ἀνδρῶν
πανκράτιν, Δαμασκὸν βʹ ἀν-
δρῶν πανκράτιν, Βηρυτὸν ἀν-
δρῶν πανκράτιν, Τύρον ἀν-
δρῶν πανκράτιν, Καισάρειαν
50 τὴν Στράτωνος ἀνδρῶν παν-
κράτιν, Νέαν πόλιν τῆς Σαμαρί-
ας ἀνδρῶν πανκράτιν, Σκυ-
θόπολιν ἀνδρῶν πανκράτιν,
Γάζαν ἀνδρῶν πανκράτιν, Και-
55 σάρειαν Πανιάδα βʹ ἀνδρῶν παν-
κράτιν,Ἱερόπολιν ἀνδρῶν παν-
κράτιν, Ἀναζαρβὸν ἀνδρῶν παν-
κράτιν, Μοψουεστίαν ἀνδρῶν
πανκράτιν, Τρίπολιν τῆς Συρίας
60 ἀνδρῶν πανκράτιν, Φιλαδέλφει-
αν τῆς Ἀραβίας ἀνδρῶν πανκρά-
τιν, Ζεῦγμα πρὸς τῷ Εὐφράτ
ἀνδρῶν πανκράτιν, Κιβύραν
ἀνδρῶν πανκράτιν.
Search Help
Contact Us