Letter of proconsul [Sulpicius Priscus] to polis (of Aphrodisias) concerning proposed visit; AD 222/235; found at Aphrodisias: Reinach,REG 19, 1906, 84-87, no. 5; Abbott & Johnson, no. 137; Robert, Et. anat. 303; *Reynolds, Aphrodisias & Rome, doc. 48; SEG 32, 1097; BE 1983:391.  
[ ] Reynolds, Aphr.&Rome 48
1 [․]ΚΕ[—]
[․ εὐτ]υχεῖς· δηλ[αδὴ ἀ]κόλουθόν ἐσ[τι]
[τ]ὰς πόλεις τὰς καθωσιωμένας
[τ]ῇ μεγάλῃ αὐτοῦ Τύχῃ φιλεῖν τε
5 καὶ τειμᾶν ὅπερ με ποιεῖν ἡδέως
κ[α]ὶ αὐτοὶ ἴστε ἐξαιρέτως δὲ τὰς τει-
μηθείσας τῇ ἐλευθερίᾳ ὑπὸ τῶν προ-
γόνων τοῦ κυρίου ἡμῶν αὐτοκράτορο[ς]
<⁶¹>⁶¹[⁵¹[Ἀλεξάνδρου]]⁵¹ βεβαιοῦντος αὐτο[ῦ]
10 [αὐτ]ὴν καὶ αὔξοντος τὰ δίκαια οἷ[ς]
[εὐθυ]μεῖσθε καὶ ἡδέως ἐλεύσομα[ι]
[πρὸς] ὑμᾶς ἐπιδημήσω ἐν τῇ λαμ-
[προτ]άτῃ πόλει ὑμῶν καὶ τῇ πατρίῳ ὑμῶν
[θεᾷ] θύσω ὑπέρ τε τῆς σωτηρίας καὶ αἰω-
15 [ν]ίου διαμονῆς τοῦ τε κυρίου ἡμῶν αὐ-
τοκράτορος <⁶¹>⁶¹[⁵¹[Ἀλεξάνδρου]]⁵¹ καὶ τῆς κυρ-
[ίας] ἡμῶν Σεβαστῆς <⁶¹>⁶¹[⁵¹[Μαμαίας]]⁵¹ μητρὸς
τοῦ κυρίου ἡμῶν καὶ στρατοπέδων
εἰ μήτε νόμος τῆς πόλεως ὑμῶν
20 [μ]ήτε δόγμα συνκλήτου μήτε διάτα-
ξις μήτε θεία ἐπιστολὴ κωλύει τὸν
[ἀ]νθύπατον ἐπιδημεῖν τῇ πόλει [ὑμῶν.]
[ε]ἰ γάρ τι κωλύει τῶν προγεγρα[μμένων,]
θύων ὡς ἔθος μοί ἐστιν τοῖς [ἄλλοις]
25 [θε]οῖς ὑπέρ τε τῆς τύχης κα[ὶ σωτηρίας]
[κ]αὶ αἰωνίου διαμονῆς τοῦ κυ[ρίου ἡμῶν]
αὐτοκράτορος <⁶¹>⁶¹[⁵¹[Ἀλεξάνδρου]]⁵¹ [καὶ τῆς]
μητρὸς αὐτοῦ <⁶¹>⁶¹[⁵¹[Μαμαίας]]⁵¹ Σεβαστ[ς κυρίας]
δὲ ἡμῶν καὶ τὴν πάτριον ὑμῶν [θεὰν ἐπι]-
30 [κ]αλέσομαι.  ταῦτα δὲ ἀπεκρι[νάμην]
vacat τοῖς πρώτοις τῆς λαμπροτ[άτης]
vacat ὑμῶν πόλεως vacat·
[ἐρρῶσ]θαι ὑμᾶς εὔχομαι vacat.
Search Help
Contact Us