Letter of Gordian III to archontes, boule, and demos of Aphrodeisias confirming dikaia of city; AD 239; found at Aphrodisias: Millar, Emperor in the Roman World 417; *Reynolds, Aphrodisias & Rome, doc. 20 (PH); SEG 32, 1097; BE 1983:381; AnnEpig 1984, 874.  
[ ] Reynolds, Aphr.&Rome 20
1 αὐτοκράτωρ Καῖσαρ Μᾶρκος Ἀ̣ν̣τώνιος Γορδιανὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστός, ἀρχιερεὺς
μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ βʹ, ὕπατος, πατὴρ πατρίδος, Ἀφροδεισιέων τοῖς ἄρχουσιν
vacat καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν vacat·
καὶ τῇ ἀρχαιότητι ὑμῶν καὶ τῇ εὐνοίᾳ καὶ τῇ φιλίᾳ τῇ πρὸς Ῥωμαίους προσῆκον ἦν, ὦ
5 <⁶¹>⁶¹[⁵¹Ἀφροδεισιεῖς]⁵¹ οὕτως διατεθῆναι ἐπὶ τῇ βασιλείᾳ τῇ ἐμῇ ὡς ἐδηλοῦτε διὰ τοῦ πρός
με ψηφίσματος, ἀνθ’ ὧν δὴ καὶ ἀμειβόμενος ὑμῶν τὴν εὐσεβῆ διάθεσιν φυλάττω
βεβαίαν τὴν ἀπόλαυσιν πάντων τῶν ὑπαρχόντων ὑμεῖν δικαίων φυλασσομένων τε
μέχρι τῶν καίρων τῆς βασιλείας τῆς ἐμῆς.  ἐπρέσβευεν Κλ(αύδιος) Ἡγεμονεύς.  εὐτυχεῖτε.
Search Help
Contact Us