Subscript of Trajan to Smyrna exempting citizens of free cities, especially Aphrodeisias, from liturgy at Smyrna; AD 100/102, reinscribed 2/3; found at Aphrodisias: Millar, Emperor in the Roman World 438-439; Reynolds, Aphrodisias & Rome, doc. 14 (PH); SEG 32, 1202; BE 1983:375; AnnEpig 1984, 868; SEG 35, 1081; *ISmyrna 593.  
[ ] ISmyrn 593
1 vacat αὐτοκράτωρ Καῖσαρ Τραϊανὸς Σμυρναίοις vacat·
οὐδένα βούλομαι ἐκ τῶν ἐλευθέρων πόλεων ἀνανκάζεσθαι εἰς ὑμετέραν λειτουργίαν καὶ
μάλιστα ἐξ Ἀφροδεισιάδος ἐξῃρημένης τῆς πόλεως καὶ τοῦ τύπου τῆς ἐπαρχείας v ὥστε μήτε
εἰς τὰς κοινὰς τῆς Ἀσίας μήτε εἰς ἑτέρας λειτουργίας ὑπάγεσθαι.  Τιβέριον Ἰουλιανὸν Ἄτταλον
5 ἀπολύω τοῦ ἐν Σμύρνῃ ναοῦ καὶ μάλιστα μαρτυρούμενον ὑπὸ τῆς ἰδίας πατρίδος.  ἔγραψα δὲ περὶ
vacat τούτων καὶ Ἰουλίῳ Βάλβῳ τῷ φίλῳ μου καὶ ἀνθυπάτῳ.  vacat
Search Help
Contact Us