Honorary decree of boule and demos for Aristokles Molossos
ordaining that distributions of money according to his will
should take place in perpetuity, with fine for failure; 11; found
at Aphrodisias, part later found at Pirlibey near Nazilli: Leake,
TRSL 1843, 239 and 296-298, no. 14; Franz, Ann. d. Inst. 19,
1847, 111-112, no. 3; Henzen, Ann. d. Inst. 23, 1852, 120-126,
no. 5; LW 1611; Homeros 3, 1875, 80 (part); Papadopoulos, MDAI(A)
5, 1880, 340, no. 12 (part); Liermann 24; *Laum, no. 100; Robert,
RPh 56, 1930, 27, note 1; Wilhelm, Gr. Inschr. Rechtl. Inhalts
106-107 (non vidi); SEG 13, 491; **BE 1953:187 (l. 25); SEG 30,
1244.
[ ]
Laum, no. 100
| 1 | ἐπὶ Ζήνωνος τοῦ Ὑψικλέους, |
| εἰσηγησαμένου Ἑρμᾶ τοῦ Ἀριστο- | |
| [κ]λέους τοῦ Ἀρτεμιδώρου Μολοσσοῦ | |
| [φ]ιλοκαίσαρος, ἔδοξεν τῇ βουλῇ καὶ τῷ | |
| 5 | δήμῳ· γνώμη στρατηγῶν καὶ Ἀρτεμιδώ- |
| ρου τοῦ Μύωνος Παπίωνος, ἱερέως [θ]ε- | |
| ᾶς Σεβαστῆς Ἰουλίας, γραμματέως δή- | |
| μου, καὶ Περίτου τοῦ Διονυσίου, φύσει | |
| δὲ Ἀδράστου τοῦ Ἀπολλωνίου, καὶ Ζή- | |
| 10 | νωνος τοῦ Ἄνδρωνος, φύσει δὲ Ἀττά- |
| λου Καλλίππου, τῶν ἐπὶ τῆς χώρας | |
| στρατηγῶν· ἐπεὶ Ἀριστοκλῆς Ἀρτεμι- | |
| δώρου Μολοσσὸς ἐκτενεστάτας μὲν | |
| καὶ λανπροτάτας φιλοδοξίας κα[ὶ διαδόσεις] | |
| 15 | καὶ λειτουργίας ἐποήσατο εἰς τὴν πόλιν |
| ἡμῶν ὃν ἔζη χρόνον, τὸ δὲ περὶ αὐ- | |
| τὸν εἰς τὴν πατρίδα φιλότειμον ἐνδει- | |
| κνύμενος καὶ προκρείνων παντός, οὐδὲ | |
| ἐν τοῖς τῆς μεταλλαγῆς χρόνοις ἤλλα- | |
| 20 | ξεν τὸ φιλόπατρι βούλημα, ἔγραψεν δὲ |
| {δὲ} διαθήκας σὺν τοῖς ἄλλοις οἷς εἰς τὴν | |
| πατρίδα ἀπέλιπεν, διατασσόμενος καὶ ἀρ- | |
| γυρικὰς διαδόσεις τοῖς πολείταις καθ’ ἕ- | |
| καστον ἐνιαυτὸν ἐκ τῶν προσόδων, ὧν ἀπέ- | |
| 25 | λιπεν ἀγρῶν. εἰς τὸ σὺν τοῖς λοιποῖς οἷ<ς> ἐφι- |
| λοδόξησεν ζῶν, καὶ φιλοδοξεῖται διὰ τῶν | |
| κατασκευαζομένων ἐκ τοῦ βίου αὐ- | |
| τοῦ ἀναθημάτων ἀειμνημόνευτον | |
| καὶ ἐκ τούτων εἶναι τὸ φιλόπολι αὐτοῦ | |
| 30 | βούλημα· ἀνανκαῖον δέ ἐστιν ὡς ὅτ[ι] |
| μάλιστα φυλ<ά>σσεσθαι τὰς ἐν πᾶσι | |
| διαταγὰς αὐτοῦ. διὸ δεδόχθαι τῇ βου- | |
| λῇ καὶ τῷ δήμῳ τελεῖσθαι ἐπάνανκες | |
| ἀεί, ὑφ’ ὧν ἡ διαθήκη αὐτοῦ περιέχει, τὰς ἀρ- | |
| 35 | γυρικὰς διαδόσεις ἐν αἷς ὥρισεν προθεσ- |
| μίαις, τῆς μὲν ἀναγραφῆς γεινομένης | |
| τῶν κατακλιθέντων ἐν ταῖς προσθεσμίαις, | |
| τῶν δὲ διαδόσεων ἀεὶ τῇ ἐχομένῃ ἡμέ- | |
| ρᾳ ἀπὸ ἡλίου ἀνατολῆς ἀποδιδομένων. | |
| 40 | ἐὰν δέ τις τῶν ὀφειλόντων πρᾶξαι τὸ ἀρ- |
| γύριον μὴ πράξῃ, ἢ μὴ ποήσηται τὴν | |
| διάδοσιν ὡς προγέγραπται, ἀποτεισά- | |
| τω ἱερὰ Ἀφροδείτῃ δη(νάρια) τρισχείλια, ἃ καὶ | |
| πράσσεσθαι ἐπάνανκες ὑπὸ τοῦ βου- | |
| 45 | λομένου τῶν πολειτῶν ἐπὶ τρίτῳ |
| μέρει· ὁμοίως δὲ μηδενὶ ἐξέστω μή- | |
| τε ἄρχοντι μήτε γραμματεῖ μήτε [ἰδι]- | |
| [ώτ]ῃ μ[ετα]γαγεῖν εἰς ἕτερον [μήτε πᾶν] | |
| [τὸ] τῶνδε δόσεων ἀργύριον̣ μή- | |
| 50 | [τ]ε μέρος, χωρεῖν δὲ αὐτὸ εἰς [τὰς] |
| [δόσ]εις, καθὼς ἡ Μολοσσοῦ διαθήκ̣[η περι]- | |
| έχει· ἐὰν δέ τις μεταγάγ<ῃ> ᾧτινι | |
| [τ]ρόπῳ, ἔνοχος ἔστω τοῖς ὡρισμέ[νοις] | |
| [δ]ιὰ τῆς Μολοσσοῦ διαθήκης προσ[τεί]- | |
| 55 | [μ]οις, ἅ ἐστιν δη(νάρια) μ(ύρια). αἱ δὲ προθεσμίαι τῶν |
| [δ]όσεων, <ἡ> αʹ μηνὸς Ξανδικοῦ ικʹ, ἡ βʹ [ἐπὶ] | |
| [τ]ῶν θερινῶν πρώτων θεωριῶν, ἡ γʹ | |
| μηνὸς περβερεταίου ιθʹ. |