Decree of boule and demos (of Plarasa/Aphrodisias) to give
military help to Quintus Oppius, Roman praetor pro consule; 88
BC; found at Aphrodisias: *Reynolds, Aphrodisias & Rome, doc. 2
(PH); SEG 32, 1097; BE 1983:363; AnnEpig 1984, 858; SEG 34, 1043.
[ ]
Reynolds, Aphr.&Rome 2
| a.1 | ἔδοξεν τῇ βου- |
| λῇ καὶ τῷ δήμῳ, | |
| καὶ Περείτου {ΤΟΥ} | |
| τοῦ Ἀντιόχου γραμ- | |
| 5 | ματέως δήμου |
| καὶ Ἀττάλου τοῦ Με- | |
| νάνδρου τοῦ ἐπὶ | |
| τῆς χώρας στρα- | |
| τηγοῦ. | |
| b.1.1 | ἐπεὶ Κόϊντος̣ Ὄππιος Κοΐντου υἱὸς στρατηγὸς ἀνθύπατος Ῥω[μαίω]ν πέπομφεν πολιορκεῖσθαι Λαοδίκηάν τε καὶ̣ |
| ἑαυτὸν ὁ δε δῆμος ἔκρεινεν βοηθεῖν κατὰ πλῆθος συνεκπορεύεσθαι δὲ καὶ τοὺς παροίκους καὶ τοὺς δούλους, εἵλατο δὲ ἐπὶ | |
| τῆς ἐκκλησίας καὶ ἄνδρα τὸν ἡγησάμενον v ἀνανκαῖον δέ ἐστιν ἐξαποστεῖλαι καὶ πρεσβευτὰς τοὺς ἐνφανιοῦντας τῷ ἀνθυ- | |
| πάτῳ περί τε τῆς αἱρέσεως ἧς ἔχει ὁ δῆμος ἡμῶν πρὸς Ῥωμαίους ὄντας σωτῆρας καὶ εὐεργέτας καὶ ἐάν τι ὁ στρ<ατ>ηγὸς ἐπι- | |
| 5 | τάσσῃ καὶ ἕτερον τῇ πόλει, διαταξαμένους ὥστε διασαφηθῆναι καὶ γενέσθαι· δεδόχθαι τῷ δήμῳ ἑλέσθαι πρεσβευτὰς ἄνδρας τῶν τειμ- |
| ωμένων καὶ πίστιν ἐχόντων καὶ εὐνοϊκῶς πρὸς Ῥωμαίους διακειμένων οἵτινες ἀφικόμενοι πρὸς Κόϊντον Ὄππιον τὸν ἀνθύ- | |
| πατον ἐνφανιοῦσιν αὐτῷ ἣν ἔχει ὁ δῆμος ἡμῶν αἵρεσιν πρὸς αὐτὸν καὶ πρὸς πάντας Ῥωμαίους, ὑποδείξωσι δὲ ὅτι οὐ | |
| μόνον κατὰ πλῆθος συμμαχεῖν ἐκρείναμεν ἀλλὰ καὶ ἄνδρα̣ τὸν ἐπὶ τῆς συμμαχίας εἱλάμεθα | |
| 2.9 | Ἀρτεμίδωρον τὸν στεφανηφόρον ἄνδρα τῶν τειμωμένων |
| 10 | καὶ πίστιν ἐχόντων καὶ τῇ ἐν τοῖς ὅπλοις ἀρετῇ διαφέροντα· |
| ἐνφανιοῦσιν δὲ αὐτῷ ὅτι πᾶς ὁ δῆμος ἡμῶν σὺν γυναιξὶ | |
| καὶ τέκνοις καὶ τῷ παντὶ βίῳ ΕΤΥΜΟΣ παραβάλλεσθαι ὑπὲρ | |
| Κοΐντου καὶ τῶν Ῥωμαίων πραγμάτων καὶ ὅτι χωρὶς τῆς | |
| Ῥωμαίων ἡγεμονίας οὐδὲ ζῆν προαιρούμεθα. | |
| 15 |