Honorary/funerary decree of boule and d[emos] for Eudamos
Kalliou; no date; found at Aphrodisias: Fellows, Acct. 320-321,
no. 27; CIG 2775d; Leake, TRSL 1843, 241-242 and 300-301, no.
20.c; Bailie, Fasc. ii 25-29 and 283-289, no. 54; Doublet &
Deschamps, BCH 14, 1890, 613-614, no. 13; *MAMA 8, no. 412.c.
[ ]
MAMA VIII, no. 412c
| 0 | [— και με]- |
| τηλλακχότα· δεδόχθαι τῆ βουλῇ καὶ | |
| τῷ δήμῳ τετε̣ιμῆσθαι καὶ μετηλλακ- | |
| χότα Εὔδαμον Καλλίου τοῦ Ζήνω- | |
| νος τοῦ Εὐδάμου νεανίαν καλὸν | |
| 5 | καὶ ἀγαθὸν ζήσαντα κοσμίως καὶ σω- |
| φρόνως καὶ πρὸς ὑπόδειγμα ἀρετῆς | |
| ταῖς καλλίσταις καὶ μεγίσταις καὶ ἀξί- | |
| αις τειμαῖς ἀνατεθῆναι δὲ αὐτοῦ καὶ | |
| εἰκόνας γραπτὰς ἐν ὅπλοις ἐπιχρύ- | |
| 10 | σοις καὶ ἀνδριάντας καὶ ἀγάλματα |
| ἐν ἱεροῖς καὶ δημοσίοις τόποις ἐ- | |
| φ’ ὧν καὶ ἐπιγραφῆναι τὰς ἀξίας καὶ ἀ- | |
| ναλογούσας τῷ γένει αὐτοῦ τειμὰς | |
| ἐπιγραφῆναι δὲ αὐτοῦ τὰς τειμὰς | |
| 15 | καὶ ἐπὶ τοῦ μνημείου ἐν ᾧ κεκήδευ- |
| ται παραμεμυθῆσθαι δὲ Καλλίαν Ζή- | |
| νωνος τοῦ Εὐδάμου καὶ Ἀπφίαν Εὐδά- | |
| μου τοῦ Μητροδώρου τοὺς γονεῖς αὐ- | |
| τοῦ φέρειν ἀνθρωπίνως τὰς συμβεβη- | |
| 20 | κυίας αὐτο̣ῖς̣ συμφορὰς ἐπὶ τοῖς τέ- |
| κνο[ις αὐτῶ]ν τὸ δὲ ψήφισμα ἐπιδε- | |
| δόσθα[ι εἰση]γησαμένου Μητροδώ- | |
| ρου τοῦ Μητροδώρου του Διονυσίδου. |