Honorary decree [of Halikarnassos] for Gaius Iulius
Longianos of Aphrodisias; AD 127; found at Aphrodisias: LW
1618.b; Reinach, REG 19, 1906, 96, no. 10.b; *MAMA 8, no. 418.b;
BE 1966:389.
[ ]
MAMA VIII, no. 418b
| 1 | τῇ τε ἄλλῃ ἐπιδημίᾳ καὶ ἐτείμησεν καὶ ἐκόσμησεν ἡ- |
| μᾶς καὶ ποιημάτων παντοδαπῶν ἐπιδείξεις ποι- | |
| κίλας ἐποιήσατο δι’ ὧν καὶ τοὺς πρεσβυτέρους εὔφρα- | |
| νεν καὶ τοὺς νεωτέρους ὠφέλησεν ἐπί τε τούτοις | |
| 5 | ἅπασιν ἡσθεὶς ὁ δῆμος τειμὰς αὐτῷ προσέταξε |
| τὰς προσηκούσας ψηφίσασθαι· δεδόχθαι Γάϊον Ἰο[ύ]- | |
| λιον Λογγιανὸν προῖκα πεπολειτεῦσθαι παρ’ ἡμῖν | |
| ὄντα καὶ ἄνδρα ἀγαθὸν καὶ ποιητὴν τὸν ἄριστον τῶν κα- | |
| θ’ ἡμᾶς ταῖς τε ἄλλαις πολειτείαις καὶ τειμαῖς τετει- | |
| 10 | μῆσθαι ταῖς ἐκ τῶν νόμων μεγίσταις καὶ εἰκόσιν |
| χαλκαῖς, ἃς ἔν τε τοῖς ἄλλοις ἀνασταθῆναι τοῖς ἐπι- | |
| σημοτάτοις τῆς πόλεως χωρίοις καὶ ἐν τῷ τῶν Μο[υ]- | |
| σῶν τεμένει καὶ ἐν τῷ γυμνασίῳ τῶν ἐφήβων παρὰ | |
| τὸν παλαιὸν Ἡρόδοτον· ἐψηφίσθαι δὲ καὶ τοῖς βυβλί- | |
| 15 | οις αὐτοῦ δημοσίαν ἀνάθεσιν ἔν τε βυβλιοθήκαι[ς] |
| ταῖς παρ’ ἡμεῖν ἵνα καὶ ἐν τούτοις οἱ νέοι παιδεύων- | |
| ται τὸν αὐτὸν τρόπον ὃν καὶ ἐν τοῖς τῶν παλαιῶν συ[ν]- | |
| γράμμασιν ὅπως δὲ καὶ τῷ δήμῳ τῶν συγγενῶν Ἀφρο- | |
| δεισιέων φανερὰ γένηται ἡ ἡμετέρα περὶ τὸν πολε[ί]- | |
| 20 | την αὐτῶν εὔνοια καὶ σπουδή, δεδόχθαι καὶ ἀντίγρα- |
| φον τοῦδε τοῦ ψηφίσματος πεμφθῆναι διὰ αὐτοῦ τοῦ | |
| Ἰουλίου τοῖς Ἀφροδεισιεῦσιν τῇ δημοσίᾳ σφραγεῖδι ση- | |
| μανθὲν ἐξ οὗ κἀκεῖνο<ι> μαθήσονται τό τε ἡμέτερον ἦ- | |
| θος ᾧ περὶ πάντας [ὁ]μ̣οίως τοὺς πεπαιδευμένους | |
| 25 | χρώμενοι διατελοῦμεν καὶ αἷς τὸν ἄνδρα τειμαῖς ὡς |
| διενηνοχότα τῶν ἄλλων τετειμήκαμεν. |