Honorary decree [of Halikarnassos] for Gaius Iulius Longianos of Aphrodisias; AD 127; found at Aphrodisias: LW 1618.b; Reinach, REG 19, 1906, 96, no. 10.b; *MAMA 8, no. 418.b; BE 1966:389.  
[ ] MAMA VIII, no. 418b
1 τῇ τε ἄλλῃ ἐπιδημίᾳ καὶ ἐτείμησεν καὶ ἐκόσμησεν ἡ-
μᾶς καὶ ποιημάτων παντοδαπῶν ἐπιδείξεις ποι-
κίλας ἐποιήσατο δι’ ὧν καὶ τοὺς πρεσβυτέρους εὔφρα-
νεν καὶ τοὺς νεωτέρους ὠφέλησεν ἐπί τε τούτοις
5 ἅπασιν ἡσθεὶς ὁ δῆμος τειμὰς αὐτῷ προσέταξε
τὰς προσηκούσας ψηφίσασθαι· δεδόχθαι Γάϊον Ἰο[ύ]-
λιον Λογγιανὸν προῖκα πεπολειτεῦσθαι παρ’ ἡμῖν
ὄντα καὶ ἄνδρα ἀγαθὸν καὶ ποιητὴν τὸν ἄριστον τῶν κα-
θ’ ἡμᾶς ταῖς τε ἄλλαις πολειτείαις καὶ τειμαῖς τετει-
10 μῆσθαι ταῖς ἐκ τῶν νόμων μεγίσταις καὶ εἰκόσιν
χαλκαῖς, ἃς ἔν τε τοῖς ἄλλοις ἀνασταθῆναι τοῖς ἐπι-
σημοτάτοις τῆς πόλεως χωρίοις καὶ ἐν τῷ τῶν Μο[υ]-
σῶν τεμένει καὶ ἐν τῷ γυμνασίῳ τῶν ἐφήβων παρὰ
τὸν παλαιὸν Ἡρόδοτον· ἐψηφίσθαι δὲ καὶ τοῖς βυβλί-
15 οις αὐτοῦ δημοσίαν ἀνάθεσιν ἔν τε βυβλιοθήκαι[ς]
ταῖς παρ’ ἡμεῖν ἵνα καὶ ἐν τούτοις οἱ νέοι παιδεύων-
ται τὸν αὐτὸν τρόπον ὃν καὶ ἐν τοῖς τῶν παλαιῶν συ[ν]-
γράμμασιν ὅπως δὲ καὶ τῷ δήμῳ τῶν συγγενῶν Ἀφρο-
δεισιέων φανερὰ γένηται ἡ ἡμετέρα περὶ τὸν πολε[ί]-
20 την αὐτῶν εὔνοια καὶ σπουδή, δεδόχθαι καὶ ἀντίγρα-
φον τοῦδε τοῦ ψηφίσματος πεμφθῆναι διὰ αὐτοῦ τοῦ
Ἰουλίου τοῖς Ἀφροδεισιεῦσιν τῇ δημοσίᾳ σφραγεῖδι ση-
μανθὲν ἐξ οὗ κἀκεῖνο<ι> μαθήσονται τό τε ἡμέτερον ἦ-
θος ᾧ περὶ πάντας [ὁ]μ̣οίως τοὺς πεπαιδευμένους
25 χρώμενοι διατελοῦμεν καὶ αἷς τὸν ἄνδρα τειμαῖς ὡς
διενηνοχότα τῶν ἄλλων τετειμήκαμεν.
Search Help
Contact Us