Honorary decree of demos of Amyzon for Menestratos Agathokk<l>eious of Phokaia, epistates, giving him citizenship, etc., on anta-block of white marble; 201 BC; found at Amyzon: *Robert, Amyzon no. 15 (PH); BE 1984:421; Piejko, Gnomon 57, 1985, 614.  
[ ] Robert, Amyzon no. 15
1 [βασιλε]υόντων Ἀντιόχου Μεγάλου κ[αὶ Ἀντιόχου τοῦ υἱοῦ, ἔτους]
[δω]δεκάτου καὶ ἑκατοστοῦ, μηνὸς Ἀπελλαίο[υ· ἐπὶ ἀρχιερέως —]
[․․]ορος, τοῦ δὲ Διὸς τοῦ Κρηταγενέτα καὶ Δικτύννης [․․․c.11․․․․, ὡς δὲ]
[ὁ δ]ῆμος ἄγει ἐπὶ στεφανηφόρου θεοῦ δευτέρου καὶ ἱερέως τ[ῶν βασι]-
5 [λ]έων Ἰάσονος τοῦ Βαλά<γ>ρου· ἔδοξε τῶι δήμωι· γνώμη πρυτάνε[ων·]
[ἐ]πειδὴ Μενέστρατος Ἀγαθοκ<λ>είους Φωκαιεὺς κατασταθεὶς ἐπὶ
τοῦ Ἀρτεμισίου ἐπιστάτης ἀποδείξεις πολλὰς πεποίηται τῆς αὑτοῦ
καλοκαγαθίας εἰς πάντα τὰ τῶι δήμωι συμφέροντα γράφων πρὸ Ζεῦ-
ξιν τὸν ἐπὶ τῶν πραγμάτων ὑπὲρ τῆς εὐνοίας ἣν ἔχων διατελεῖ
10 εἴς τε τοὺς βασιλεῖς καὶ εἰς {ι} τὸν Ζεῦξιν, πολλάκι δὲ γράφων καὶ
πρὸς Νικομήδην καὶ Χίονιν τὸν ἐπ’ Ἀλίνδων τεταγμένον ὁμοίως
ἐγμαρτυρῶν ὑπὲρ τῆς εὐνοίας τῶν πολιτῶν· ἐσπούδασεν δὲ
καὶ ὑπὲρ τῆς ἀποσκευῆς τῆς κατασχεθείσης ἡμῶν ἐν Ἀλίνδοις ὅπως
κομισώμεθα· φροντίζει δὲ διὰ τέλους καὶ ὑπὲρ τῶν ἄλλων ἡμῶν πολι-
15 τῶν τῶν κατοικούντων τὰς αὐτονόμους προσκαλούμενος εἰς τὸν
συνοικισμὸν τοῦ Ἀρτεμισίου ἰδίαι τε τοῖς ἐντυγχάνουσι τῶν πολι-
τῶν συμπεριφερόμενος διατελεῖ· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται
τοῖς ἀξίοις τῶν ἀνδρῶν χάριτας ἀποδιδούς· τύχηι ἀγαθῆι· δεδό-
χθαι Ἀμυζονέων τῶι δήμωι· ἐπηινῆσθαι Μενέστρατον ἐπὶ τῆι αἱρέ-
20 σει ἧι ἔχει εἰς τὸν δῆμον· εἶναι δὲ αὐτὸν καὶ εὐεργέτην τοῦ δήμου·
δεδόσθαι δὲ αὐτῶι καὶ πολι{ρ}τείαν {²⁶πολιτείαν}²⁶ καὶ ἔνκτησιν καὶ μετουσίαν ἱε-
[ρ]ῶν καὶ ἀρχε<ι>ῶν καὶ τῶν ἄλλων ἁπάντων ὧν καὶ Ἀμυζονεῖς με-
[τέ]χουσι πάντηι· τὰ δὲ αὐτὰ ταῦτα ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις· πέμπε[σ]-
[θαι δὲ] αὐτῶι καὶ γέρας ἀπὸ τῶν δημοτελῶν θυσιῶν καθότι καὶ τοῖς
25 [—]
Search Help
Contact Us