Honorary decree of demos of Amyzon for strategos Margos, on block of white marble; 273 BC; found at Amyzon: *Robert, Amyzon no. 3 (PH); BE 1984:419.  
[ ] Robert, Amyzon no. 3
1 [βασι]λεύοντ[ος Π]τολεμαίου τοῦ Πτολεαίου]
[ἔ]τους θʹ, μηνὸς Ὑπερβερεταίου· ἐπὶ νεωποι[οῦ]
Διονυσίου τοῦ Μυωνίδου· ἐκκλησίης κυρίας γε-
νομένης <⁶¹>⁶¹[⁵¹․․․․c.12․․․․]⁵¹ εἶπαν Διονύσιος καὶ Οὐλι-
5 ά̣δης οἱ πρεσβεύσαντες πρὸς Μάργον· ἐπειδὴ Μάρ-
γος ὁ στρατηγὸς ἀνὴρ καλὸς κἀγαθὸς ὢν <διατελεῖ> καὶ ποιῶν
πάντα τὰ συμφέροντα τῶι δήμωι καὶ τοῖς θεοῖς·
δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι Μάργον τὸν
στρατηγὸν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων δ[ι]-
10 ατελεῖ τῶι δήμωι τῶι Ἀμυζονέων· εἶναι δὲ αὐτὸν
καὶ εὐεργέτην τοῦ δήμου· δίδοσθαι δὲ αὐτῶι καὶ
γέρας ἀπὸ τῶν δημοτελῶν ἱερῶν τῶν θυομέ-
[ν]ων Ἀρτέμιδι καὶ Ἀπόλλωνι· ἀνακαλεῖσθαι δὲ αὐ-
[τὸ]ν εἰς προεδρίαν ὑπὸ τοῦ ἱεροκήρυκος ἐν ταῖς θυσί-
15 [αις κ]αὶ πανηγύρει· τὰ αὐτὰ δὲ εἶναι καὶ αὐτῶι καὶ ἐγγό-
[νοις] διὰ γένους· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ-
[πὶ τοῦ] προμετωπίου τοῦ ναοῦ τῆς Ἀρτέμιδος
[ἵνα δια]μένηι διὰ παντός· ἀναγράψαι δὲ καὶ τὴν ἐ-
[πιστολὴν α]ὐτοῦ τὴν γεγ[ραμμέ]νην περὶ τῶ[ν ․c.3․]
Search Help
Contact Us