Honorary decree of demos (of Amyzon) for Hermias Pankratou,
on anta-block of white marble; 203/190 BC; found at Amyzon:
*Robert, Amyzon no. 18 (PH); BE 1984:423.
[ ]
Robert, Amyzon no. 18
| 1 | [․․]Α̣ΝΩΝΑ[—] |
| [—] | |
| κ[αὶ] μεγά[λ]ας χρείας παρεσχημένος τῶι δ̣[ή]- | |
| μωι διατελεῖ, ἀπαχθέντων τε τῶν ἱερῶν | |
| 5 | σωμάτων κατὰ πόλεμον ἐπρέσβευσεν πρὸ̣ς̣ |
| βασιλῆ Ἀντίοχον τοῖς ἰδίοις ἀναλώμασιν κα[ὶ ἐ]- | |
| π̣ανήγαγεν τὰ σώματα, ἔν τε τοῖς ἄλλοι[ς] | |
| ἐν οἷς ὁ δῆμος χρείαν ἔσχηκεν αὐτοῦ ἐ̣[μ] | |
| παντὶ καιρῶι παρασκευάζων αὑτὸν πρό[θυ]- | |
| 10 | μον διατελεῖ· δεδόχθαι τῶι δήμωι· ἐπ̣[αινέσαι] |
| Ἑρμίαν Παγκράτου ἀρετῆς ἕνεκε[ν καὶ εὐ]- | |
| νοίας ἧς ἔχων διατετέλεκεν εἰς [τὸν δῆ]- | |
| μον· δίδοσθαι δὲ αὐτῶι καὶ γέρα ἀπ[ὸ τῶν δη]- | |
| μοτελῶν θυσιῶν· τὰ αὐτὰ δὲ ὑπ[άρχειν] | |
| 15 | τοῖς ἐκγόνοις αὐτοῦ· ἵνα δὲ τὸ ψήφ[ισμα ἀνα]- |
| γραφῇ ἐπὶ τῆς παραστάδος τοῦ [ἱεροῦ πυλῶνος] | |
| ἐπιμεληθῆναι τὸν ἐνεστῶτα [νεοποίην] | |
| [κ]αὶ Ἀριεράμνην τὸν νεωκό[ρον]. |