Honorary decree of Amyzon for Bagadates and son Ariarames,
giving citizenship, etc., on block of white marble; 321/320 BC;
found at Amyzon: *Robert, Amyzon no. 2 (PH); BE 1984:418; SEG 35,
1080; BE 1987:293.
[ ]
Robert, Amyzon no. 2
| 1 | ἔτευς τετάρτου Φιλίππου βασιλεύοντος, Ἀσάν- |
| δρου ἐξαιθραπεύοντος, μηνὸς Μαρσηλλίου, | |
| Παου Ἀρτιμεω προστατεύοντος ἐν Ἀμυζόνοις, | |
| ἐπὶ ἀρχόντων Παναμυω Ὑσσωλλου, Ὑργα Κοτοβαλω, | |
| 5 | Τιμαγόρα Ἀριστοδάμου, ὀροφυλάκου ὄντος Παου Π[α]- |
| ναμυω, ταμιεύοντος τῆς θεοῦ Ὑσσωλλου Ἑκατ[ο]- | |
| μνω, συνεπιμεληθέντος Μενάνδρου· ἔδοξε[ν] | |
| Ἀμυζονεῦσιν, ἐκκλησίης κυρίης γενομένης· | |
| Ἀσάνδρου γνώμηι· εἶναι Βαγαδάτην νεωκόρον τῆ[ς] | |
| 10 | Ἀρτέμιδος πυθόχρηστον αὐτῶι γενόμενον· ἐ[πει]- |
| δὴ πρόθυμός ἐστι περὶ τὸ ἱερόν, δεδόσθαι Βαγαδ[άτηι] | |
| καὶ τῶι υἱῶι αὐτοῦ Ἀριαράμηι πολιτείαν καὶ ἀ[τέλειαν] | |
| [π]άντων καὶ προεδρίαν· μετέχειν δ’ αὐτο[ὺς —] |