Funerary inscription in elegiacs for Stratonike; I?: *BCH
1922, 344-6, no. 36 (PH); SEG 2, 615.
[ ]
BCH 1922, 344-46, no. 36
1 | στέλλεο Περσεφόνας ζᾶλον, χρυσέα Στρατονίκ[η·] |
σὰν γὰρ ἄναξ ἐνέρων ἅρπασεν ἀγλαΐαν, | |
χηρώσας ὁμόλεκτρον Ἀριστώνακτα, καὶ οἰκτρὰν | |
Εἰράναν ἁβρᾶς παιδὸ̣ς ἀπορφανίσας, | |
5 | καὶ πατέρ’ Ἀρτέμιδι ξυνομώνυμον· οὐδέ σε νούσων |
τακεδόνες, θανάτου δ’ ὠκ̣ὺ δάμασσε βέλος | |
ἁγναῖς ἐν θαλίαις Δαμάτερος, αἷς ἔνι Κούραν | |
μάρψεν ὁ καὶ τό τεὸν κάλλος ἑλὼν Ἀΐδας. |