Letter of Polyrrhenia according asylia to Teos; c. 200 BC:
CIG 3054; *LW 62; **ICret II Polyrhenia no. 3 (ll. 5, 7, 13).
[ ]
LW 62
1 | vacat Πολυρρηνίων. vacat |
Πολυρρηνίων οἱ κόσμοι καὶ ἁ πόλις, Τηΐων τῶι δάμωι | |
καὶ τᾶι βωλᾶι χαίρειν. κομισάμενοι τὸ ψάφισμα τὸ παρ | |
ὑμῶν ἀνέγνωμεν, καὶ τῶν πρεσβευτᾶν Ἀπολλοδό- | |
5 | <⁶¹>⁶¹[⁵¹{δο}]⁵¹τω<⁶¹>⁶¹[⁵¹ι]⁵¹ καὶ Κωλώτα<⁶¹>⁶¹[⁵¹ι]⁵¹ διακούσαμεν παρακαλούντων μετὰ |
πάνσας σπουδᾶς καὶ φιλοτιμίας ἀκολούθως τοῖς ἐν τῶι | |
ψαφίσματι κατακεχωρισμένοις. περὶ δὲ τούτων δεδό- | |
χθαι Πολυρρηνίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀποκρίνασ- | |
θαι Τηΐοις διότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ δίδο- | |
10 | ται τῶι θεῶι [παρ’ ἁ]μῶν τάν τε πόλιν καὶ τὰν χώραν ἀνιέμεν |
ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς τὸν ἅπαντα χρόνον· ἦμεν δὲ | |
καὶ [πάνσι τ]οῖς ἐν Τέῳ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ | |
[θάλασσ]αν ἐ[ς] τὸν ἅπαντα χρόνον. vacat ἔρρωσθε. |