Letter of Polyrrhenia according asylia to Teos; c. 200 BC: CIG 3054; *LW 62; **ICret II Polyrhenia no. 3 (ll. 5, 7, 13).  
[ ] LW 62
1 vacat Πολυρρηνίων. vacat
Πολυρρηνίων οἱ κόσμοι καὶ ἁ πόλις, Τηΐων τῶι δάμωι
καὶ τᾶι βωλᾶι χαίρειν. κομισάμενοι τὸ ψάφισμα τὸ παρ
ὑμῶν ἀνέγνωμεν, καὶ τῶν πρεσβευτᾶν Ἀπολλοδό-
5 <⁶¹>⁶¹[⁵¹{δο}]⁵¹τω<⁶¹>⁶¹[⁵¹ι]⁵¹ καὶ Κωλώτα<⁶¹>⁶¹[⁵¹ι]⁵¹ διακούσαμεν παρακαλούντων μετὰ
πάνσας σπουδᾶς καὶ φιλοτιμίας ἀκολούθως τοῖς ἐν τῶι
ψαφίσματι κατακεχωρισμένοις. περὶ δὲ τούτων δεδό-
χθαι Πολυρρηνίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀποκρίνασ-
θαι Τηΐοις διότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ δίδο-
10 ται τῶι θεῶι [παρ’ ἁ]μῶν τάν τε πόλιν καὶ τὰν χώραν ἀνιέμεν
ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς τὸν ἅπαντα χρόνον· ἦμεν δὲ
καὶ [πάνσι τ]οῖς ἐν Τέῳ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ
[θάλασσ]αν ἐ[ς] τὸν ἅπαντα χρόνον. vacat ἔρρωσθε.
Search Help
Contact Us