Decree instituting religious ceremonies in honor of Queen
Apollonis of Pergamon; 166/159 BC: **LW 88 (l. 16); *OGIS 309
(for l. 1); SEG 4, 619; *Robert, Et. anat. 9-20 (for ll. 2-16);
**Anadolu 1965, p. 62 (ll. 2-4).
[ ]
Robert, Et. anat. 9-20
0 | {²Beginning lost}² |
[—ἀπ]οδεί[ξ]αντας κα[ὶ τ]ῶν ἐν τῶι Διο[νυσίωι —] | |
[․․․c.10․․․]․Α τὴν ἡμέραν· συνεῖναι δὲ καὶ τὰς συναρχίας [καὶ ․․․ τὰς] | |
[ἐργασίας πάσας] τ̣ὰ̣ς̣ ἐν τῆι πόλει καὶ τῆι χώραι, καὶ εἶναι ἐχεχειρίας πᾶσ[ι πρὸς] | |
[πάντας ἐν τῆι] ἡμέρα<ι τ>αύτηι· τῶν δὲ θυσιῶν ἐπιμεληθῆναι τὸν ἱερέα τ̣[ῆς] | |
5 | [Ἀφρο]δίτης καὶ θεᾶς Ἀπολλωνίδος Εὐσεβοῦς καὶ τὴν ἱέρειαν αὐτῆς κα[ὶ] |
[βα]σιλίσσης Στρατονίκης καὶ τὸν πρύτανιν καὶ τοὺς ἱεροποιοὺς καὶ τὰς | |
[ἄ]λλας συναρχίας· καὶ μετὰ τὸ συντελεσθῆναι τὰς κατευχὰς καὶ τὰς | |
[σ]π̣ονδὰς καὶ τὰς θυσίας, ἆισαι τοὺς ἐλευθέρους παῖδας παραβώμιον, | |
[χορ]εῦσαι δὲ καὶ τὰς παρθένους τὰς ἐπιλεγείσας ὑπὸ τοῦ παιδονόμου | |
10 | [καὶ] ἆισαι ὕμνον· ἵνα δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον ὑπὸ μὲν τῶν παίδων ἄι- |
[δητ]αι τὸ παραβώμιον, ὁ δὲ ὕμνος ὑπὸ τῶν παρθένων, συντελῆται δὲ καὶ ἡ χο- | |
[ρεία —]μ․ως, πρ[ο]νοεῖσθαι καθ’ ἕκαστον ἔτος τοὺς τιμούχους καὶ τοὺς σ[τρα]- | |
[τ]η[γο]ὺς· πρ[ὸς] δ[ὲ] ταῖς ἄλλαις τιμαῖς ταῖς ἐψηφισμέναις θεᾶι Ἀπολλωνί̣δ̣[ι καθι]- | |
[δρύσ]ασθαι [βωμὸν] θεᾶς Ἀπολλωνίδος Εὐσεβοῦς Ἀποβατηρίας ἐ[ν τῆι ἀγορᾶι?] | |
15 | [ἐν τῶι] ἐπιφα[νεσ]τάτωι τόπωι καὶ συντελεῖσθαι ἐπ’ αὐτοῦ [θ]υσ[ίαν —] |
[—]ετην ενε[—]θηται [—] |