Decree of Teos according ateleia and other privileges to
another city; IV2; found at Ulamış: MDAI(A) 1891, 291-5, no.
17; BCH 1922,, 307-12, no. 1 (PH); SEG 2, 579; *J. & L. Robert,
JS 1976, 175-88 (PH); SEG 26, 1305.
[ ]
JS 1976, 175-88
| 0 | {²Beginning lost}² |
| [— ὧν κ]αὶ τοῖς ἄλλοις Τηΐοις μέτεστιν, ὡς τετρα[ετίαν] | |
| [ἀφειμένοι]ς? τῶν τελέων· ἀτελεῖς δὲ αὐτοὺς εἶναι καὶ χορηγ[ιῶν] | |
| [καὶ ․c.6․․]οχιῶν καὶ βοηγιῶν καὶ λαμπαδαρχιῶν καὶ ἐπιγρα[φῆς] | |
| [τῶν τε βοῶν] τῶν ἀρούντων ὅσοι ἔωσι αὐτοῖς πάντων καὶ περιζύγ[ων·] | |
| 5 | [εἶναι δὲ α]ὐτοῖς τοὺς ἐργάτας βοῦς ἀτελεῖς τῶν ἔργων ὧν ἂν ἐ[κτε]- |
| [λῆι? ἡ πόλις πά]ντῶν· δεδόσθαι δὲ αὐτοῖς ἀτέλειαν καὶ ὑποζυγίων [καὶ] | |
| [ἀνδραπόδων κ]αὶ μισθαρνεόντων καὶ ξυληγεόντων καὶ ἄλλο ὅτι ἂν ἐρ- | |
| [γάζωνται κ]αὶ πωλέωσιν ὅσα ἐς τὴν ξυλοπωλίην τελεῖ καὶ προβάτω[ν] | |
| [․․c.8․․․ ἐ]ξεῖναι δὲ τοῖς βουλομένοις καὶ ὗς τρέ[φε]ιν ἐς τὸν ἀριθμὸ[ν] | |
| 10 | [τὸν τεταγμέν]ον προβάτων καὶ εἶναι αὐτὰς ἀτελεῖς· εἶναι δὲ αὐτοὺς καὶ |
| [τῶν ἄλλων τελέ]ων ἀτελεῖς πλὴν ἰατρικοῦ· ὅσα δ’ ἂν τῶν ἀνδραπόδων | |
| [ἄνθρακας] ἢ ἄλλο τι πωλῆι ὅσα ἐς τὴν ξυλοπωλίην τελεῖ, ἀτέλειαν [αὐ]- | |
| [τοῖς εἶνα]ι τούτων· καὶ ὁπόσοι ἂν χλάνδια ἐργάζωνται ἢ α[—] | |
| [—] ἢ ἄλλο τι ἐξ ἐρίων μιλησίων ἢ τρηχείων ἢ μα[λακῶν] | |
| 15 | [—] τούτων αὐτοὺς ἀτελεῖς εἶναι καὶ αὐτοῦ πωλέ[οντας] |
| [καὶ ἐξάγοντας·] καὶ ὅσα ἂν ἐσάγωσι ἐπ’ ἐργασίηι τῶν χλανδίων ε[—] | |
| [—] ἀλοργίην, εἶναι αὐτοῖς τὴν ἀτέλειαν [τούτων·] | |
| [—] καὶ κήπων καὶ σμηνέων· εἶναι δὲ αὐτοῖς τὴν ἀτέ[λειαν] | |
| [—] πάντων, εἰὰμ βουλέωνται ἐξάγε[ιν —] | |
| 20 | [— εἶν]αι δὲ αὐτοῖς τὴν ἀτέλειαν δέκα ἔτεα· ἄρχ[ειν δὲ] |
| [τῆς ἀτελείας] μῆνα Λευκαθεῶνα καὶ πρύτανιν Ἀρίστιππον. |