Honorary decree of Bargylia for Teos and Tyron of Teos; 270/261 BC: *LW 87; Michel 457; Syll3 426; **Robert, BCH 49, 1925, p. 230 (ll. 7, 13); IIasos 608.  
[ ] LW 87
0 {²Beginning lost}²
[— τοῦ] δήμου πρέσβε̣[ις ἀπο]-
στείλαντος πρὸς Τηΐους ὑπὲρ τοῦ δικαστοῦ, ἵ[να παρα]-
διδῶσι πρὸς ἡμᾶς τὸν ἄνδρα, καθ’ ὅτι ὁ βασιλεὺ[ς ἐκέλ]-
[ε]υεν, βουλόμενος ὁ δήμος ὁ Τηΐων τῶι τε βασιλ[εῖ πείθε]-
5 σθαι καὶ τῆι πόλει ἡμῶν χαρίζεσθαι, ἀπέσταλε[ν ἄνδρα]
καλὸν καὶ ἀγαθὸν Τύρωνα Πολυθροῦ, ὃς ἀφικόμ[ενος]
[τ]ῶν δικῶν τὰς μὲν διέλυσεν τὰς δὲ διέκρινεν, ἀε̣[ὶ ἀπὸ]
[π]αντὸς τοῦ βελτίστου ποιησάμενος τὰς κρίσει[ς· δεδ]-
όχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπηινῆσθαι μὲν [τὸν]
10 δ̣ῆμον τὸν Τηΐων ἀρετῆς ἕνεκα καὶ εὐνοίας [τῆς]
τ̣ε εἰς τὸμ βασιλέα καὶ τὴμ πόλιν ἡμῶν, ἐπα[ινέσ]-
αι δὲ καὶ τὸν δικαστὴν Τύρωνα, ὅτι καλῶς καὶ δι[καί]-
ω̣ς τῶν δικῶν τὰς μὲν διέλυσεν τὰς δὲ δι[έκριν]-
εν ἀφ’ ἴσου πᾶσι ποιησάμενος τὰς κρίσεις· ἵνα δ[ὲ καὶ]
15 [ο]ἱ ἄλλοι πάντες εἰδῶσιν, ὅτι τοὺς εἰς τὴμ πόλ[ιν ἄν]-
δρας ἀγαθοὺς γινομένους ὁ δῆμος τιμᾶι κα[ταξί]-
ω̣ς, στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀρετ[ῆς ἕνεκ]-
α καὶ δικαιοσύνης τῆς τε εἰς τὸν βασιλῆ [καὶ εἰς]
τὸν δῆμον, τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆ[ναι τὸν ἀ]-
20 γωνοθέτην ἵν’ ἀ<ν>αγορευθῆι ἐν τῶι γυμνικῶι ἀ[γῶνι]
[τ]ῶ̣ι συντελουμένωι ὑπὸ τοῦ δήμου βασιλε[ῖ Ἀντιόχ]-
ωι Σωτῆρι· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ ε[ὐεργ]-
έτην τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι πολ[ιτεί]-
α̣ν καὶ μετουσίαν πάντων ὧν καὶ Βαργυλιῆτ[αι]
25 [μ]ετέχουσιν, καὶ εἴσοδον ἐπί τε βουλὴν καὶ ἐκ̣[κλησ]-
ίαν πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ, τὰ [δὲ αὐτὰ ὑ]-
πάρχειν καὶ τοῖς ἐγγόνοις αὐτοῦ· τὸν δὲ ἐπιμ[ήνιον τῶν]
[τ]αμιῶν ἐπιδοῦναι, ὅπως ἀναγράψηι τὸ ὄνομα α[ὐτοῦ]
[π]ατρόθεν ἐν τῆι στήληι, ἐν ἧι καὶ οἱ ἄλλοι πρόξεν̣[οι]
30 [κ]αὶ εὐεργέται καὶ πεπολιτογραφημένοι εἰσιν [ἀναγ]-
εγραμμένοι· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξένια ἐ[ν τῶι]
[π]ρυτανείωι καὶ μετεῖναι μετὰ τῆς συναρχίας· [διαλέξ]-
αι δὲ καὶ ἄνδρας οἳ ἀποκαταστήσουσιν αὐτ[ὸν εἰς]
τ̣ὴν ἰδίαν μετὰ ἀσφαλείας, καὶ ἀποδόντες τὸ [ψήφ]-
35 ισμα παρακαλοῦσιν τὸν δῆμον τὸν Τηΐων εἰς
τὸν λοιπὸν χρόνον διαφυλάσσειν τὴμ φιλίαν τὴν [ὑπ]-
άρχουσαν ταῖς πόλεσι πρὸς ἀλλήλας, καὶ νῦν [ἐπιμέ]-
λειαν ποιήσασθαι ὅπως καὶ παρ’ αὐτοῖς ἀναγο[ρευθ]-
ῶσιν αἱ τιμαὶ αἱ διδόμεναι τῶι δικαστῆι, καὶ τὸ [ψήφι]-
40 σμα ἀναγραφῆι ἐν στήληι καὶ σταθῆι παρὰ τῶι ἱ[ερῶι]
[τ]οῦ Ἡρακλείους· ὅπως δὲ καὶ ὁ βασιλεὺς εἰδήσηι [περὶ]
[τ]ούτων ὅτι χρησίμως αὐτῶι τε καὶ τῶι δήμ[ωι πε]-
ποίηται τὰς κρίσεις καὶ ἀπὸ παντὸς τοῦ βελ[τίστου,]
[ἀ]π̣οδοῦναι καὶ τῶι βασιλεῖ τὸ ψήφισμα τὴμ πρό[τερον]
45 [ἀ]ποσταλεῖσαν πρὸς αὐτὸν πρεσβείαν, ὡς ἂν τά̣[χιστ]-
α παραγένηται ἐς τοὺς τόπους, ἀναγγεῖλα[ι δὲ]
καὶ Ἀλεξάνδρωι τῶι [καταλ]ελειμμένωι ὑπὸ [τοῦ]
[β]ασιλέως τοὺς προ[απεσταλ]μένους πρὸς αὐ[τὸν]
[π]ρεσβευτὰς τὰ δεδογμένα τῶι δήμωι ὑπὲ[ρ τοῦ]
50 δικαστοῦ. ἡιρέθησαν v2 Θεαίτητος Ἀναξιπ[όλιος,]
[Ἀ]πολλωνίδης Θεοπόμπου.
Search Help
Contact Us