Honorary decree of Dionysiac artists and others for Kraton of Chalkedon; IIm: *CIG 3068 and p. 1125.  
[ ] CIG 3068 + p. 1125
A.1 ἐπὶ ἱερέως Σατύρου, καὶ ἀγωνοθέτου κ[αὶ]
ἱερέως βασιλέως Εὐμένου Νικοτέλου[ς,]
ἔδοξεν τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνι-
τῶν τῶν ἐπ’ Ἰωνίας καὶ Ἑλλησπόντου καὶ τῶν πε[ρὶ]
5 τὸν καθηγεμόνα Διόνυσον· ἐπειδὴ Κράτων Ζωτίχου
αὐλητὴς εὐεργέτης ἔν τε τῶι πρότερον χρόνωι τὴ[ν]
πᾶσαν σπουδὴν καὶ πρόνοιαν εἶχεν τῶν κοινε͂ι συμφε-
ρόντων τε͂ι συνόδωι καὶ τιμηθεὶς ἀξίως ὧν εὐεργέτη-
κεν ὑπερτίθεται τε͂ι εὐνοίαι καὶ φιλοτιμίαι τε͂ι εἰς τοὺς
10 τεχνίτας, πάντα πράττων τὰ συμφέροντα· vacat δεδόχθαι
TW=I KOINW=I TW=N PERI\ TO\N *DIO/NUSON TEXNI/TWN E)PAINE/SAI
μὲν Κράτωνα Ζωτίχου αὐλητὴν εὐεργέτην ἐπὶ τῶι τὴν
AU)TH\N E)/XEIN AI)EI\ PROAI/RESIN TH=S EU)ERGESI/AS TH=S EI)S
ἅπαντας τοὺς τεχνίτας, προσδοῦναι δὲ αὐτῶι πρὸς
15 TAI=S PROU+PARXOU/SAIS TIMAI=S A)NAKH/RUCI/N TE STEFA/-
νου τοῦ ἐκ τοῦ νόμου, ἣμ ποιήσεται αἰεὶ ἐν τῶι θεάτρωι ὁ
ἑκάστοτε γινόμενος ἀγωνοθέτης καὶ ἱερεὺς βασιλέως
Εὐμένου ἐν τῆι βασιλέως Εὐμένου ἡμέραι ὅταν ἥ τε πομπὴ
διέλθηι καὶ αἱ στεφανώσεις συντελῶνται· ὁμοίως δὲ
20 καὶ παρὰ τὸν πότον γινέσθω τῆι αὐτῆι ἡμέραι μετὰ τὰς
σπονδὰς ὑπὸ τῶν ἀρχόντων ἡ ἀναγγελία τοῦ στεφάνου.
παρατίθεσθαι δὲ καὶ ἐν ταῖς θέαις καὶ ἐν ταῖς πομπαῖς πα-
ρὰ τὸν ἀνδριάντα τὸν Κράτωνος τὸν ἐν τῶι θεάτρωι τρίπο-
δά τε καὶ θυμιατήριον, καὶ τῆς ἐπιθυμιάσεως τὴν ἐπιμέλει-
25 αν καθ’ ἕκαστον ἔτος αἰεὶ ποιεῖσθαι τὸν ἀγωνοθέτην καὶ
ἱερέα βασιλέως Εὐμένου γινόμενον. vacat
vacat
B.1 ἔδοξεν τῶι κοινῶι τῶν συναγωνιστῶν· ἐπειδὴ Κράτων
Ζωτίχου Καλχηδόνιος αὐλητὴς εὔνους ὢν διατε-
λεῖ τῶι κοινῶι τῶν συναγωνιστῶν, καὶ λέγων καὶ
πράττων αἰεὶ τὰ συμφέροντα τοῖς συναγωνισταῖς,
5 ἱερεύς τε αἱρεθεὶς πρότερον τὴν πᾶσαν ἐπιμέλειαν
ἐποιήσατο, τάς τε θυσίας συνετέλεσεν πάσας, ὁσί-
ως μὲν τὰ πρὸς τοὺς θεοὺς καὶ τοὺς βασιλεῖς, καλῶς
δὲ καὶ ἐνδόξως τὰ πρὸς πάντας τοὺς συναγωνιστάς,
οὔτε δαπάνης οὔτε φιλοτιμίας οὐθὲν ἐλλείπων, καὶ
10 νῦν δὲ ἀγωνοθέτης γενόμενος καλῶς τῶν ἀγώνων
προστὰς καὶ τοῖς νόμοις ἀκολουθήσας αἰείμνηστον
τοῖς ἐπιγινομένοις κατέλιπεν τὴν ἀρχήν· vacat ἵνα οὖν καὶ
οἱ συναγωνισταὶ ἐμ παντὶ καιρῶι φαίνωνται τιμῶντες
τοὺς ἐξ ἑαυτῶν, δεδόχθαι τῶι κοινῶι τῶν συναγωνισ-
15 τῶν στεφανοῦν Κράτωνα Ζωτίχου Καλχηδόνιον διὰ
βίου ἔν τε τῶι κοινῶι δείπνωι τῶν συναγωνιστῶν καὶ ἐν
τῶι θεάτρωι, ποιουμένους τὴν ἀναγόρευσιν τήνδε· vacat {το}
"τὸ κοινὸν τῶν συναγωνιστῶν στεφανοῖ Κράτωνα Ζωτίχου
Καλχηδόνιον στεφάνωι τῶι ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν
20 καὶ εὐνοίας, ἧς ἔχων διατελεῖ εἰς τοὺς συναγωνισ-
τάς." τῆς δὲ ἀναγγελίας τῆς τοῦ στεφάνου ἐπιμε-
λεῖσθαι τοὺς ἄρχοντας τοὺς κατ’ ἐνιαυτὸν αἱρου-
μένους. ἵνα δὲ καὶ τοῖς ἄλλοις πᾶσιν φανεφὰ ἦι εἰς
τὸν ἅπαντα χρόνον ἡ τῶν συναγωνιστῶν εὐχαρισ-
25 τία, ἀναγράψαι τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνην,
καὶ στῆσαι πρὸς τῶι Διονυσίωι ἐν τῶι ἐπιφανεστά-
τωι τόπωι· ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα ἐν τῶι Διονυ-
σίωι γραπτὴν τελείαν ἐπιγράψαντας· "τὸ κοινὸν τῶν
συναγωνιστῶν στεφανοῖ Κράτωνα Ζωτίχου Καλ-
30 χηδόνιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑ-
τοὺς."
vacat
C.1 vacat τῶν ἐν Ἰσθμῶι καὶ Νεμέαι τεχνιτῶν. vacat
ἐπειδὴ Κράτων Ζωτίχου Περγαμηνὸς αὐλητὴς κύ-
κλιος πρότερόν τε πολλὰς καὶ μεγάλας παρέσ-
χηται χρείας κατ’ ἰδίαν τε τοῖς ἐντυγχάνουσιν
5 [αὐτῶι τῶν ἐν Ἰσθμῶι καὶ Νεμέαι τεχνιτῶν, καὶ]
[κοινῆι —]
{²Continuation lost}²
Search Help