Decree of Arkades on Crete confirming previous decree for Teos and establishing isopolity with it; c. 170/140 BC: CIG 3052; *LW 80, ll. 3-38; **ICret I Arcades no. 53 (ll. 10, 13, 18-9, 23-8, 29, 38, 40).  
[ ] LW 80.3-38
1 vacat Ἀρκάδων. vacat
ἔδοξεν Ἀρκάδων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει-
δὴ Τήϊοι φίλοι καὶ συγγενεῖς καὶ εὔνοοι ὑπάρχοντες
τᾶι πόλει διὰ προγόνων ψάφισμα καὶ πρεσβευτὰς
5 ἀπέσταλκαν Ἡρόδοτον Μηνοδότου Μενεκλῆν Δι-
ονυσίου, οἳ καὶ ἐπελθόντες ἐπὶ τὸ κοινὸν τῶν Ἀρ-
κάδων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ διελέ-
γεν μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας, ἐνφανί-
ζοντες τὰν εὔνοιαν τοῦ δάμου ἃν ἔχει πρὸς Ἀρ-
10 κάδας καὶ τοὺς λοιποὺς [Κρηται]έας, τάν τε εὐσέ-
βειαν ἃν ἔχετε πρὸς πάντας τοῦς θεοὺς μά-
λιστα δὲ πρὸς τὸν Διόνυσον τὸν ἀρχαγέταν ὑ-
μέ<ων, ὧι> ἅ τε πόλις καὶ χώρα ὑμῶν καθιέρω-
ται, περί τε τῶν ἄλλων τῶν συμφερόντων
15 ταῖς πόλεσιν διελέγησαν ἀξίως ἀμφοτε-
ρᾶν τᾶν πόλεων, παρεκάλεον δὲ ἁμὲ καὶ ἀνα-
γράψαι τὸ πρότερον δοθὲν ὑμῖν δόγμα περὶ
τᾶς ἀσυλίας ἐν ὁποίωι τε κρίνωμεν ἱερῶι· δε-
[δ]όχθαι ἀποκρίνασθα<ι> τοῖς πρεσβευταῖς τῶν
20 [Τ]ηΐων καὶ τᾶι πόλει, διότι τὸ κοινὸν τῶν Ἀρ-
[κά]δων καὶ ἐν τοῖς πρότερον χρόνοις ἀπ’ οὐδε-
[νὸς] ἀπέστα τῶν συμφερόντων τῶι δάμωι
[τῶι] Τηΐων, διά τε τὸν Διόνυσον τὸν ἀρχαγέταν
[ὑμέων] τᾶς πόλεως καὶ διὰ τοὺς λοιποὺς θεοὺς
25 [καὶ ἀνανεω]σαμένων τῶν παρ’ ὑμῶν πρεσβευ-
[τᾶν τάν] τε φιλίαν καὶ συγγένειαν καὶ ἀποδει-
[ξαμένων] τὰν εὔνοιαν ἃν ἔχετε διὰ παντὸς
[ἐς τοὺς Κρ]ηταιεῖς πάντας καὶ τὸ κοινὸν τῶν Ἀρ-
κάδων· βωλόμενοι οὖν καὶ ἡμεῖς τοῖς εὐνόως
30 διακειμένοις ἐν χάριτος μέρει μὴ λείπεσθαι, τό
τε πρότερον δόγμα ὃ ἔχετε παρ’ ἡμῶν περὶ τᾶς
ἀσυλίας καὶ τᾶς καθιερώσιος τᾶς τε πόλιος καὶ τᾶς
χώρας ἀναγράψομεν, καθότι παρακαλεῖτε διὰ τοῦ
ψαφίσματος, εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, καὶ συν-
35 τηρήσομεν τὰ δεδομένα ὑμῖν φιλάνθρωπα· πα-
ρακαλεσάντων δὲ ἁμὲ τῶν πρεσβευτᾶν δοῦναι
ὑμῖν ἰσοπολιτείαν καὶ ἔνκτησιν γᾶς καὶ οἰκίας καὶ ἀτέ-
λειαν, ταῦτά τε δίδομεν ὑμῖν, καὶ ἐάν τινες ἀδικῶσιν
ὑμᾶς ἢ τὰν χώραν παραίρωνται τὰν καθιερωμέ-
40 ναν τῶι Διονύσωι καὶ πολεμέωσιν  κατὰ γᾶν
ἢ κατὰ θάλασσαν βοαθήσομεν ὑμῖν καθότι ἂν ἔω-
μεν δυνατοὶ· εἶναι δὲ καὶ τὰ φιλάνθρωπα Τηΐοις πα-
ρ’ Ἀρκάvσι πάντα ὅσα καὶ Ἀρκάσιν ἔσται· ἐπαινέομεν
δὲ καὶ τὸς πρεσβευτὰς Ἡρόδοτον καὶ Μενεκλέα
45 ἐπὶ τῶι σπεύδειν ὑπὲρ τᾶς πατρίδος ἐκτενῶς
καὶ τὰν παρεπιδαμίαν πεποιῆσθαι ἀξίως ἀμφοτε-
ρᾶν τᾶμ πόλεων, δοθῆμεν δὲ αὐτοῖς καὶ ξένια τὰ
ἐκ τῶν νόμων, εἶναι δὲ Ἡρόδοτον Μηνοδότω καὶ
Μενεκλῆ Διονυσίω προξένος τᾶς πόλεος ἁμῶν.
50 vacat ἔρρωσθε.
Search Help
Contact Us