Decree of Aptera confirming friendship with and asylia of Teos; c. 170/140 BC; found near Hereke: *LW 75; **ICret II Aptera no. 2 (ll. 15, 30, 38, 58).  
[ ] LW 75
1 vacat Ἀπτεραίων. vacat
Ἀπτεραίων οἱ κόσμοι καὶ ἁ πόλις Τη-
ΐων τᾶι βωλᾶι καὶ τῶι δάμωι χαίρειν.
παραγενόμενοι οἱ παρ’ ὑμέων πρεγγευ-
5 ταὶ Ἡρόδοτος Μηνοδότω, Μενεκλῆς
Διονυσίω τό τε ψάφισμα ἀπέδω-
καν, ἐν ὧι ἐγράψατε ἀνανεώσασθαι
τάν τε συγγένειαν καὶ τὰν προϋ-
πάρχουσαν φιλίαν τά τε δεδομένα
10 τίμια ὑπὸ τᾶς ἁμᾶς πόλεως ἐν τοῖς
πρότερον χρόνοις καὶ τὰν καθιέρωσιν
τᾶς πόλιος καὶ τᾶς χώρας τῶι Διονύ-
σωι· παρεκαλεῖτε δὲ καὶ ἀναγράψαι
τὸ πρότερον δόγμα ἐν ὁποίῳ κα κρί-
15 νωμεν ἱερῶι· διελέγη<σ>αν <δὲ> καὶ οἱ παρ’ ὑ-
μῶν πρεγγευταὶ ἀκολούθως τοῖς ἐν
τῶι ψαφίσματι ἀποφαίνοντες τάν
τε πόλιν εὐεβῶς διακειμέναν
πρὸς πάντας τὸς θεός, μάλιστα δὲ
20 πρὸς τὸν Διόνυσον ὄντ<α> ἀρχαγέταν
τᾶς πόλεως ὧι καὶ καθιερῶσθαι συν-
βέβακε τάν τε πόλιν καὶ τὰν χώραν,
ὑπέρ τε τῶν λοιπῶν πᾶσαν σπου-
δὰν καὶ φιλοτιμίαν ποτάγοντες δι-
25 ελέγην· διὸ καὶ δεδόχθαι ἀποκρίνασθαι
τῶι δάμωι τῶι Ἀπτεραίων Τηΐοις
οὖσιν συγγενέσι καὶ φίλοις, διό-
τι ἔν τε τοῖς πρότερον χρόνοις τυγ-
χάνομεν εὐσεβῶς διακείμενοι πο-
30 τὶ πάντας τὸς θεὸς θ’ ἡμῶν [μάλιστα δὲ]
καὶ τὸν Διόνυσον δι’ ὃν καὶ πρότερον τάν
τε ἀσυλίαν ὑμῖν ἐδώκαμεν καὶ καθι-
ερώσαμεν τὰν χώραν καὶ τὰν πόλιν,
τετηρηκότες δὲ τὰ προδεδομένα ὑ-
35 μῖν φιλάνθρωπα μέχρι τοῦ νῦν, πειρά-
ξομεν καὶ εἰς τὸν λοιπὸν χρόνον
διαφυλάσσειν ἀν<α>νεωσάμενοι ἃ
παρακαλεῖτε διὰ τοῦ ψαφίσματος, καὶ
οὐκ ἀδικέομεν Τηΐος συγγενέας
40 καὶ φίλος ὑπάρχοντας οὔτε πολέμου
οὔτ’ εἰράνας, καθότι οὔτε πρότερον
πειράξομεν δὲ καὶ ἐάν τινες ἀδικῶν-
τι Τηΐος ἢ κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἢ κα-
τὰ γᾶν ἢ κατὰ θάλασσαν ἐόντας ἱα-
45 ρὸς καὶ ἀσύ<λ>ος, βοαθεῖν αὐτοῖς καθότι
ἂν ὦμεν δυνατοί, καὶ ἐάν τινες ὁρμι-
όμενοι ἐξ Ἀπτέρας ἀδικήσωντι Τη-
ΐος, εἶναι αὐτὸς ἐνόχος τῶι τῆς ἱερο-
συλίας νόμωι· ἀγγραψάτωσαν δὲ καὶ
50 Τήϊοι τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν
τῶ Διονύσω, ὅπως φανεφὰ ᾖ πᾶσι τοῖς
Ἕλλησι ἡ τῶν Ἀπτεραίων εὐσέβεια
πρὸς πάντας τὸς θεός, ἀναγραψῶμεν
δὲ καὶ ἁμὲν τό τε πρότερον δόγμα
55 καὶ τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν τὸ
τᾶς Ἀρτέμιδος τᾶς Ἀπτέρας· ἐκαλέσα-
μεν δὲ καὶ ἐπὶ ξένια τοὺς πρεγγευτὰς
[ ἐπὶ τὰ]ν κοινὰν Ε[στίαν]. ἔρρωσθε.
Search Help
Contact Us