Decree of Aptera confirming friendship with and asylia of
Teos; c. 170/140 BC; found near Hereke: *LW 75; **ICret II Aptera
no. 2 (ll. 15, 30, 38, 58).
[ ]
LW 75
| 1 | vacat Ἀπτεραίων. vacat |
| Ἀπτεραίων οἱ κόσμοι καὶ ἁ πόλις Τη- | |
| ΐων τᾶι βωλᾶι καὶ τῶι δάμωι χαίρειν. | |
| παραγενόμενοι οἱ παρ’ ὑμέων πρεγγευ- | |
| 5 | ταὶ Ἡρόδοτος Μηνοδότω, Μενεκλῆς |
| Διονυσίω τό τε ψάφισμα ἀπέδω- | |
| καν, ἐν ὧι ἐγράψατε ἀνανεώσασθαι | |
| τάν τε συγγένειαν καὶ τὰν προϋ- | |
| πάρχουσαν φιλίαν τά τε δεδομένα | |
| 10 | τίμια ὑπὸ τᾶς ἁμᾶς πόλεως ἐν τοῖς |
| πρότερον χρόνοις καὶ τὰν καθιέρωσιν | |
| τᾶς πόλιος καὶ τᾶς χώρας τῶι Διονύ- | |
| σωι· παρεκαλεῖτε δὲ καὶ ἀναγράψαι | |
| τὸ πρότερον δόγμα ἐν ὁποίῳ κα κρί- | |
| 15 | νωμεν ἱερῶι· διελέγη<σ>αν <δὲ> καὶ οἱ παρ’ ὑ- |
| μῶν πρεγγευταὶ ἀκολούθως τοῖς ἐν | |
| τῶι ψαφίσματι ἀποφαίνοντες τάν | |
| τε πόλιν εὐεβῶς διακειμέναν | |
| πρὸς πάντας τὸς θεός, μάλιστα δὲ | |
| 20 | πρὸς τὸν Διόνυσον ὄντ<α> ἀρχαγέταν |
| τᾶς πόλεως ὧι καὶ καθιερῶσθαι συν- | |
| βέβακε τάν τε πόλιν καὶ τὰν χώραν, | |
| ὑπέρ τε τῶν λοιπῶν πᾶσαν σπου- | |
| δὰν καὶ φιλοτιμίαν ποτάγοντες δι- | |
| 25 | ελέγην· διὸ καὶ δεδόχθαι ἀποκρίνασθαι |
| τῶι δάμωι τῶι Ἀπτεραίων Τηΐοις | |
| οὖσιν συγγενέσι καὶ φίλοις, διό- | |
| τι ἔν τε τοῖς πρότερον χρόνοις τυγ- | |
| χάνομεν εὐσεβῶς διακείμενοι πο- | |
| 30 | τὶ πάντας τὸς θεὸς θ’ ἡμῶν [μάλιστα δὲ] |
| καὶ τὸν Διόνυσον δι’ ὃν καὶ πρότερον τάν | |
| τε ἀσυλίαν ὑμῖν ἐδώκαμεν καὶ καθι- | |
| ερώσαμεν τὰν χώραν καὶ τὰν πόλιν, | |
| τετηρηκότες δὲ τὰ προδεδομένα ὑ- | |
| 35 | μῖν φιλάνθρωπα μέχρι τοῦ νῦν, πειρά- |
| ξομεν καὶ εἰς τὸν λοιπὸν χρόνον | |
| διαφυλάσσειν ἀν<α>νεωσάμενοι ἃ | |
| παρακαλεῖτε διὰ τοῦ ψαφίσματος, καὶ | |
| οὐκ ἀδικέομεν Τηΐος συγγενέας | |
| 40 | καὶ φίλος ὑπάρχοντας οὔτε πολέμου |
| οὔτ’ εἰράνας, καθότι οὔτε πρότερον | |
| πειράξομεν δὲ καὶ ἐάν τινες ἀδικῶν- | |
| τι Τηΐος ἢ κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἢ κα- | |
| τὰ γᾶν ἢ κατὰ θάλασσαν ἐόντας ἱα- | |
| 45 | ρὸς καὶ ἀσύ<λ>ος, βοαθεῖν αὐτοῖς καθότι |
| ἂν ὦμεν δυνατοί, καὶ ἐάν τινες ὁρμι- | |
| όμενοι ἐξ Ἀπτέρας ἀδικήσωντι Τη- | |
| ΐος, εἶναι αὐτὸς ἐνόχος τῶι τῆς ἱερο- | |
| συλίας νόμωι· ἀγγραψάτωσαν δὲ καὶ | |
| 50 | Τήϊοι τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν |
| τῶ Διονύσω, ὅπως φανεφὰ ᾖ πᾶσι τοῖς | |
| Ἕλλησι ἡ τῶν Ἀπτεραίων εὐσέβεια | |
| πρὸς πάντας τὸς θεός, ἀναγραψῶμεν | |
| δὲ καὶ ἁμὲν τό τε πρότερον δόγμα | |
| 55 | καὶ τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν τὸ |
| τᾶς Ἀρτέμιδος τᾶς Ἀπτέρας· ἐκαλέσα- | |
| μεν δὲ καὶ ἐπὶ ξένια τοὺς πρεγγευτὰς | |
| [ ἐπὶ τὰ]ν κοινὰν Ε[στίαν]. ἔρρωσθε. |