Decree of Istron establishing friendship with and asylia of
Teos; c. 200 BC: CIG 3048 and p. 1125; *LW 70; **ICret I Istron
no. 1 (ll. 15, 18).
[ ]
LW 70
| 1 | vacat Ἰστρωνίων. vacat |
| ἔδοξεν Ἰστρωνίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει- | |
| δὴ Τήϊοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες διὰ προ- | |
| γόνων τᾶι πόλει ψάφισμα καὶ πρεσβευτὰς ἀπέ- | |
| 5 | σταλκαν Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ ἐπελθόν- |
| τες ἐπὶ τὸ κοινὸν τὸ Ἰστρωνίων τό τε ψάφισμα ἀπέ- | |
| δωκαν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γε- | |
| γραμμένοις, τὰν ἐκτενεστάταν σπουδὰν καὶ | |
| φιλοτιμίαν ποιούμενοι περὶ τοῦ γενέσθαι τὰν κα- | |
| 10 | θιέρωσιν τῶ<ι> Διονύσω<ι> τᾶς τε πόλιος καὶ τᾶς χώρας |
| τᾶς Τηΐων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρ- | |
| χοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν θεὸν ψαφισα- | |
| μένους καὶ αὐτοὺς συναύξειν καὶ ἀεί τινος ἀγαθοῦ | |
| παραιτίους γίνεσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα ποιή- | |
| 15 | σαντες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ <τὸ> θεῖον |
| εὐσεβείαι καὶ τὰ μέγιστα χαριξιόμεθα τῶι δάμωι· | |
| περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσης σπου- | |
| δᾶς καὶ προθυμίας καὶ [τοῦ παρὰ] το<ῦ> βασιλέως Φι- | |
| λίππου πρεσβευτᾶ<⁶¹>⁶¹[⁵¹ι]⁵¹ Περδίκκα<⁶¹>⁶¹[⁵¹ι]⁵¹· ἀποκρίνασθαι τῶι | |
| 20 | δάμωι τῶι Τηΐων, ὅτι πρότερόν τε ἁ πόλις διακει- |
| μένα φιλικῶς καὶ εὐνόως ποτὶ τὸ πλᾶθος τὸ | |
| Τηΐων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐδενὸς | |
| ἀπέστα τῶν συμφερόντων, καὶ νῦν δὲ καθό- | |
| τι παρακαλεῖ ὁ δᾶμος ὁ Τηΐων καὶ Περδίκκας ὁ | |
| 25 | πολίτης αὐτῶν, προαιρούμενοι οὖν ἐμ πᾶσιν |
| εὐχαριστεῖν καὶ μεμναμένοι τᾶς προϋπαρχού- | |
| σας ταῖς πόλεσι συγγενείας, τάν τε καθιέρω- | |
| σιν τῶι Διονύσωι τᾶς τε πόλιος καὶ τᾶς χώρας | |
| ὑμῶν, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον εἶναι, βουλόμενοι | |
| 30 | χαρίζεσθαι Περδίκκαι δίδομεν καὶ τὰ λοιπὰ τὰ |
| ὑπάρχοντα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλα- | |
| ξίομεν ἀπροφασίστως ἐφ’ ὅσον κ’ ἔωμεν δυνατοί. | |
| εἰ δέ τινές κα τῶν ὁρμιομένων ἐξ Ἴστρωνος ἀδι- | |
| κήσωντί τινα Τηΐων ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν | |
| 35 | δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς |
| Ἰστρωνίων, ἐξέστω τῶι παραγενομένωι Τηΐων | |
| ἐπιλαβέσθαι καὶ τῶν σωμάτων καὶ χρήματα, εἴ | |
| τίς κα ἄγηι. οἱ δὲ κόσμοι οἱ τόκα ἀεὶ κοσμοῦντες ἐ- | |
| παναγκαζόντων ἀποδιδόμεν τοὺς ἔχοντας | |
| 40 | ἀζήμιοι ὄντες καὶ ἀνυπόδικοι. ἀναγράψαι δὲ καὶ |
| τὸ δόγμα εἰς τὸ ἱερὸν τὸ τᾶς Ἀθάνας τᾶς Πολι- | |
| άδος τοὺς γραμματέας τᾶς πόλιος. |