Decree of Axos according kinship and asylia to Teos; c. 200
BC: CIG 3050 and p. 1125; *LW 65; **ICret II Axos no. 17 (ll. 8,
14, 17).
[ ]
LW 65
| 1 | vacat ϝαξίων vacat |
| ἔδοξεν ϝαξίων τοῖς κόσμοις καὶ τᾶι πόλει ψαφιξαμένοις | |
| κατὰ τὸν νόμον· ἐπειδὴ Τήϊοι διὰ προγόνων φίλοι καὶ συγ- | |
| γενεῖς ὑπάρχοντε[ς] τᾶς ἁμᾶς πόλεος ἀπέστειλαν ψά- | |
| 5 | φισμα καὶ πρειγευτὰς Ἀπολλόδοτον καὶ Κωλώταν, |
| οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν καὶ τὸ ψάφισμα | |
| ἀποδόντες διελέγεν πεδὰ πάνσας σπουδᾶς καὶ φι- | |
| λοτιμίας περὶ τῶ<⁶¹ι>⁶¹[⁵¹]⁵¹ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ- | |
| σωι τᾶς τε πόλεος αὐτῶν καὶ τᾶς χώρας καὶ τὰν ἀσυ- | |
| 10 | λίαν τά τε ἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμι- |
| α διαφυλάδεν καὶ συνεπαύξεν ἐς τὸν ἀεὶ χρόνον, περ[ὶ] | |
| δὲ τῶν αὐτῶν διαλεγέντος καὶ Περδίκκα τῶ παρὰ τῶ βα- | |
| σιλέως Φιλίππω πρειγευτᾶ· vacat δεδόχθαι ϝαυξίων τοῖς | |
| κόσμοις καὶ τᾶι πόλει· ἐπαινέσαι μὲν τὸν<ς> πρειγευτὰν<ς> | |
| 15 | διότι καλῶς καὶ συμφερόντως διελέγεν περὶ τᾶς οἰκειότατος |
| τᾶς ὑπαρχόνσας αὐτοῖς πορτ’ ἅμε καὶ τῶν λοιπῶν ἐνδό- | |
| ξων καὶ τιμίων· ἀποκρίνασθαι δ(ὲ) {ι} ὅτι ὁ δᾶμος ὁ ϝαυξίων δια- | |
| φυλάδων τὰν πορτὶ τὸ θεῖον εὐσέβειαν καὶ τᾶι πόλει τῶν | |
| Τηΐων εὐχαριστεῖν βωλόμενος τάν τε καθιέρωσιν τῶι Δι- | |
| 20 | ονύσωι τᾶς τε πόλεος τῶν Τηΐων καὶ τᾶς χώρας ἀναδεί- |
| κνυντι καὶ παρδέχεται ἱερὰν καὶ ἄσυλον καθότι παρκα- | |
| λεῖ ὁ δᾶμος ὁ Τηΐων, ὑπάρξει δὲ καὶ τἄλλα τίμια | |
| Τηΐοις πὰρ τᾶι πόλει τῶν ϝαυξίων νῦν τε καὶ αἰεί. | |
| vacat ἔρρωσθε. |