Decree of Allaria confirming friendship with and asylia of Teos; c. 200 BC; found near Hereke: *LW 73; **ICret II Allaria no. 1 (ll. 4, 12).  
[ ] LW 73
1 vacat Ἀλλαριωτᾶν vacat
ἐπειδὴ Τήϊοι φίλοι καὶ συγγενεῖς διὰ προ-
γόνων ὑπάρχοντες ψάφισμα καὶ πρεσβευ-
τὰς ἀπέστειλαν<⁶¹>⁶¹[⁵¹τες]⁵¹ παρ’ ἁμὲ Ἀπολλόδο-
5 τον καὶ Κωλώτην, οἳ καὶ ἐπελθόντες ἐπὶ
τὰν ἐκκλησίαν τάν τε φιλίαν καὶ οἰκειότα-
τα τὰν ὑπάρχωσαν ἁμῖν ποτ’ αὐτὸς ἀνενη-
ώσαντο καὶ τἄλλα διελέγησαν καλῶς καὶ
ἐνδόξως περὶ τῶ θεῶ καὶ τᾶς καθιερώσιος
10 τᾶς τε πόλιος καὶ τᾶς χώρας ἀκολούθως τοῖς
ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις, καὶ ἀξί-
ων τάν τε φιλίαν καὶ τὰν εὔνοιαν διαφυλάσσοντ<α>ς
ἀεί τινος ἀγαθῶ παραιτίως γίνεσθαι τῶι δάμωι
καὶ τὰ παρακαλώμενα ἐπὶ πλέον συναύξεν· ὁμοί-
15 ως δὲ παρεκάλει καὶ Περδίκκας ὁ παρὰ τοῦ βασι-
λέως Φιλίππου πρεσβευτὰς οὐθὲν ἐλλείπων
σπουδᾶς καὶ φιλοτιμίας· vacat δεδόχθαι τοῖς κόσμοις
καὶ τᾶι πόλει τῶν Ἀλλαριωτᾶν ἀποκρίνασθαι
Τηΐοις φίλοις καὶ οἰκείοις ἐῶσιν, διότι τὸν Διόνυ-
20 σον καὶ αὐτοὶ σεβόμεθα, καὶ τὸν Τηΐων δᾶμον συγ-
γενῆ ἐόντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν διότι
καλῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ θεῶ προέσ-
τακεν· ἕνεκεν ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμι-
α δίδοται τῶι θεῶι καὶ Τηΐων τάν τε πόλιν καὶ τὰν
25 χώραν ἀνίεμεν ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς
τόν ἄλλον χρόνον πάντα καὶ πειρασόμεθα ἀεί
τινος ἀγαθῶ παραίτιοι γίνεσθαι καὶ κοινᾶι καὶ ἰ-
δίαι· ἐάν τέ τινες ἄγωσιν Τηΐως ἢ τὸς κατοικόν-
τας παρ’ αὐτοῖς, οἱ κόσμοι καὶ ἄλλος ὁ βωλόμενος
30 Ἀλλαριωτᾶν ἢ Τηΐων ἀφελόμενοι καὶ ἀποδί-
δοντες τοῖς ἀδικημένοις κύριοι ἔστων.
Search Help
Contact Us