Funerary inscription by Titus Ulp(ius) Isidoros for
freedmen, freedwomen, and their families; 2?; found at Bornova:
LW 1527; IGRR IV 1475; ILeyden 49 (PH); SEG 18, 520; *ISmyrna 228
+ II 2 p. 371.
[ ]
ISmyrn 228 + II2 p. 371
| 1 | Τίτος Οὔλ(πιος) Ἰσίδωρος ἐχαρίσατο τὸ |
| μνῆμα τοῖς ἰδίοις ἀπελευθέροις καὶ | |
| ταῖς ἀπελευθέραις καὶ τοῖς ἐξ αὐτῶν | |
| οὖσι καὶ γενησομένοις πᾶσι καὶ πάσαις· | |
| 5 | οἷς δ’ οὔκ εἰσι παῖδες, ὧν ἂν ὦσι θρεπτοὶ |
| ἢ θρεπταί. ἔσται δὲ ἄπρατον καὶ ἀνε- | |
| ξοδίαστον· ὁ δὲ πωλήσας δώσει | |
| τῷ φίσκῳ 𐆖 μύ(ρια) δισχείλια πετακόσια. |