Funerary inscription by Dionysios Ploutionos of Smyrna for self and family, with penalty for violating grave; AD 151/168; provenance unknown, once in Smyrna: *ISmyrna 201 (PH).  
[ ] ISmyrn 201
1 ἀγαθῆι τύχηι·
Διονύσιος Πλουτίωνος τοῦ Διονυσίου
Σμυρναῖος, φυ(λῆς) Ἀλβηΐδος, ζῶν κατεσκεύασεν̣
τὸ μνημῖον ἑαυτῷ καὶ γυναικὶ Καλπουρνίᾳ Σεκ-
5 ούνδῃ καὶ τέκνοις καὶ ἐκγόνοις, καὶ συνεχώ-
ρησεν δίκεον τῇ αὐτοῦ πενθερᾷ Καλπουρνί-
ᾳ Σεκούνδῃ, ὥστε αὐτὴν ἐνταφῆναι· μηδε-
νὸς ἔχοντος ἄλλου ἐξουσίαν ἄκοντος
Διονυσίου κὲ τῶν κληρονόμων αὐτοῦ κὲ
10 διαδόχων εἰσκομίζιν καὶ θάπτιν ἰς τοῦτο τὸ
μνημεῖον.  ἐὰν δέ τις ἰσκομίσῃ ἢ ἀπαλλοτριώσῃ δί-
κεον τοῦ μνημίου, ἔσται ὑπεύθυνος̣ ἰς τὸν Καίσαρ̣ος φίσ-
κον 𐆖 ͵βφʹ.  ἐπεγράφη ζῶντος Διονυσίου, ἐ̣πὶ στεφ(ανηφόρου) Κλ(αυδίας)
Φίλας Ἑρωΐδης, ἀνθ̣υ(πάτῳ) Πωλλίωνι, μ(ηνὸς) Ἀρτ̣ε̣μισίου κʹ.
15
Search Help
Contact Us