Funerary inscription by Aur(elia) Tryphaina for self and family; imperial; found at Smyrna: CIG 3386; IGRR IV 1464; *ISmyrna 232 (PH).  
[ ] ISmyrn 232
1 Αὐρ(ηλία) Τρύφαιν̣α̣ Ἀλεξάνδρου ἐπεσκεύασε
τὸ προγονικὸν ἡρῷον αὐτῇ καὶ κληρονόμοις
αὐτῆς καὶ ἀπελευθέροις κὲ Ἀντωνίῳ Μελιτίνῳ με-
τὰ τῆς γυναικὸς Ὁμοίας κὲ τέκνων αὐτῶν κὲ Παμ-
5 φίλου μόνου, ὠνησαμένη τὸ καινὸν ἀνγεῖον Προ-
κοννήσιον τὸ κατὰ τοῦ σωλαρίου· μηδενὸς ἔχον-
τος ἐξουσίαν ἑτέρου <⁶¹εἰς τὸ καινὸν ἀνγεῖον>⁶¹[⁵¹[—]]⁵¹
<⁶¹τεθῆναι ἢ μόνης τῆς Τρυφαίνης, ὁμοίως μηδὲ εἰς τὸ>⁶¹[⁵¹[—]]⁵¹
<⁶¹ἕτερον ἀνγεῖον τὸ προγονικόν, μηδὲ ἀπαλλοτριῶσαι>⁶¹ [⁵¹[—]]⁵¹
10 <⁶¹τὸ ἡρῷον, ὡς ἐάν τις παρὰ ταῦτα τολμήσῃ ποιῆσαι,>⁶¹ [⁵¹[—]]⁵¹
<⁶¹ἀποτείσει Μητρὶ θεῶν Σιπυληνῇ δηνάρια δισ>⁶¹\[⁵¹[—]]⁵¹-
<⁶¹χείλια πεντακόσια.  ταύτης τῆς ἐπιγραφῆς>⁶¹[⁵¹[—]]⁵¹
<⁶¹ἀπόκειται τὸ ἀντίγραφον εἰς τὸ ἀρχεῖον ἀποτεθὲν>⁶¹ [⁵¹[—]]⁵¹
<⁶¹ἐπὶ στεφανηφόρου Αἰλ(ίου) Βίωνος̣, μ̣η̣νὸς τρί̣του. ❦̣>⁶¹ [⁵¹[—]]⁵¹
Search Help
Contact Us