[ ]
Att. — stoich. 42 — c. 335/4 — IG II² 334 Add. (pt. 1.2 p. 659)
See also:
| — — — — — — — — — — — — — — — — — — — — — — — — #⁷․․ | |
| 1 | [— — — — — — — — — — — — — — — — ὅπως ἂν εὐ]σ[εβ]ῶς κα- |
| [ὶ — — — — — — — — — — — — — — — — —] κατ’ ἐνιαυτὸν κ- | |
| [αὶ πέμπηται ἡ πομπὴ π]αρασκευ[ασμ]ένη ὡς ἄριστα τῆι Ἀ- | |
| [θηνᾶι καθ’ ἕκαστο]ν τὸν ἐνιαυτὸν ὑπὲρ τοῦ δήμου τοῦ Ἀ- | |
| 5 | [θηναίων καὶ τἆλ]λα ὅσα δεῖ διοικῆται περὶ τὴν ἑορτὴ- |
| [ν τὴν ἀγομένην τ]ῆι θεῶι καλῶς ὑπὸ τῶν ἱεροποιῶν εἰς | |
| [τὸν ἀεὶ χρόνον, ἐ]ψηφίσθαι τῶι δήμωι, τὰ μὲν ἄλλα καθά- | |
| [περ τῆι βουλῆι, θ]ύειν δὲ τοὺς ἱεροποιοὺς τὰς μὲν δύο | |
| [θυσίας τήν τε τῆι] Ἀθηνᾶι τῆι ὑγιείαι καὶ τὴν ἐν τῶι ἀρ- | |
| 10 | [χαίωι νεῶι θυο]μένην καθάπερ πρότερον καὶ νείμαντ- |
| [ας τοῖς πρυτάν]εσιν πέντε μερίδας καὶ τοῖς ἐννέα ἄρ- | |
| [χουσιν τρεῖς] καὶ ταμίαις τῆς θεοῦ μίαν καὶ τοῖς ἱερ- | |
| [οποιοῖς μίαν] καὶ τοῖς στ[ρα]τηγοῖς καὶ τοῖς ταξιάρχ- | |
| [οις τρεῖς καὶ τ]οῖς πομπ[εῦσι]ν τοῖς Ἀθηναίοις καὶ τα- | |
| 15 | [ῖς κανηφόροι]ς κατὰ <τὰ> εἰω[θότα], τὰ δὲ ἄλλα κρέα Ἀθηναίο- |
| [ις μερίζειν· ἀ]πὸ δὲ τῶν τε[τταρ]άκοντα μνῶν καὶ τῆς μι- | |
| [ᾶς τῶν ἐκ τῆς μ]ισθώσεως τῆς νέας βοωνήσαντες οἱ ἱερ- | |
| [οποιοὶ μετὰ τ]ῶν βοωνῶν πέμψαντες τὴν πόμπην τῆι θε- | |
| [ῶι θυόντων τα]ύτας τὰς βοῦς ἁπάσας ἐπὶ τῶι βωμῶι τῆς | |
| 20 | [Ἀθηνᾶς τῶι με]γάλωι, μίαν δὲ ἐπὶ τῶι τῆς Νίκης προκρί- |
| [ναντες ἐκ τῶν] καλλιστευουσῶν βοῶν, καὶ θύσαντες τῆ- | |
| [ι Ἀθηνᾶι τῆι] Πολιάδι καὶ τῆι Ἀθηνᾶι τῆι Νίκηι ἁπασῶ- | |
| [ν τῶν βοῶν τῶ]ν ἀπὸ τῶν τετταράκοντα μνῶν καὶ μιᾶς ἑω- | |
| [νημένην νε]μόντων τὰ κρέα τῶι δήμωι τῶι Ἀθηναίων ἐν | |
| 25 | [Κεραμεικῶ]ι καθάπερ ἐν ταῖς ἄλλαις κρεανομίαις· ἀ[π]- |
| [ονέμειν δὲ] τὰς μερίδας εἰς τὸν δῆμον ἕκαστον κατὰ [τ]- | |
| [οὺς πέμπον]τας ὁπόσους ἂν παρέχηι ὁ δῆμος ἕκαστος· [ε]- | |
| [ἰς δὲ τὰ μι]σθώματα τῆς πομπῆς καὶ τὸ μαγειρικὸν κα[ὶ] | |
| [κόσμησιν] τοῦ βωμοῦ τοῦ μεγάλου καὶ τἆλλα ὅσα προσ- | |
| 30 | ․․․8․․․․εῖσθαι περὶ τὴν ἑορτὴν καὶ εἰς παννυχίδα |
| [διδόναι] ∶𐅄∶ δραχμὰς· τοὺς δὲ ἱεροποιοὺς τοὺς διοι[κ]- | |
| [οῦντας τ]ὰ Παναθήναια τὰ κατ’ ἐνιαυτὸν ποεῖν τὴν πα[ν]- | |
| [νυχίδα] ὡς καλλίστην τῆι θεῶι καὶ τὴν πομπὴν πέμπε[ι]- | |
| [ν ἅμα ἡ]λίωι ἀνιόντι, ζημιοῦντας τὸν μὴ πειθαρχο[ῦντ]- | |
| 35 | [α ταῖς ἐκ] τῶν νόμων ζημίαις· ἑλέσθαι δὲ τὸν δῆμ[ον ․․․] |
| [․․․․․․․․18․․․․․․․․ ἄ]ν[δ]ρας ἐξ Ἀθηναίων ἁπ[άντων ο]- | |
| [ἵτινες — — — — — — — — — — — — — — — — — — — — — — — —] |