Treaty of sympoliteia between Smyrna and Magnesia (Sip.),
with oaths; 245/243? BC; probably from Smyrna: CIG 3137, ll.
34-88; Hicks 176.II; Syll1 171, ll. 34-88; Michel 19, ll. 34-88;
OGIS 229.II; Schmitt, Staatsverträge III 492.II; IMag. Sip. 1.II
(PH); *ISmyrna 573.II + II 2 p. 376.
[ ]
ISmyrn 573II + II2 p. 376
34 | ἐπὶ ἱερέως Ἡγησίου, στεφανηφόρου δὲ Πυθοδώρου, μηνὸς Ληναιῶ[ν]ος· ἀγαθῆι τύχηι· ἐπὶ τοῖσδε συνέθεντο τὴμ φιλίαν Σμυρναῖ[οί] |
35 | τε καὶ οἱ ἐμ Μαγνησίαι κάτοικοι, οἵ τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὶ κα[ὶ οἱ] ἐν τοῖς ὑπαίθροις καὶ οἱ ἄλλοι οἰκηταί, καὶ τὴμ πολιτείαν ἔδωκαν |
Σμυρναῖοι τοῖς ἐμ Μαγνησίαι κατοίκοις, τοῖς τε κατὰ πό[λ]ιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις καὶ τοῖς οἰκοῦσι | |
τὴμ πόλιν, ἐφ’ ὅτωι τὴμ μὲν συμμαχίαν καὶ τὴν εὔνοιαν τὴν εἰ[ς] τὰ πράγματα τὰ τοῦ βασιλέως Σελεύκου διατηρήσουσιν οἱ ἐμ | |
Μαγνησίαι τῶι βασιλεῖ Σελεύκωι μετὰ πάσης προθυμίας εἰς ἅπαντα τ[ὸγ] χρόνον, καὶ ὅσα παρείληφαν παρὰ τοῦ βασιλέως Σελεύκου φυλάξαντες | |
εἰς δύναμιν εἶναι τὴν αὑτῶν ἀποδώσουσιν τῶι βασιλεῖ Σελεύκω[ι· πολ]ιτεύσονται δὲ μετὰ Σμυρναίων κατὰ τοὺς τῆς πόλεως νόμους | |
40 | [ἀ]στασιάστως τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγούμενοι Σμυρναίο[ις· ὀμ]οῦνται δὲ καὶ οἱ ἐμ Μαγνησίαι Σμυρναίοις καὶ Σμυρναῖοι τοῖς ἐμ |
Μαγνησίαι ἑκάτεροι αὐτῶν τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι ὑπο[γε]γραμμένον· συντελεσθέντων δὲ τῶν ὅρκων τὰ μὲν ἐγκλήματα αὐ- | |
τοῖς τὰ γεγενημένα κατὰ τὸμ πόλεμον ἤρθω πάντα καὶ μὴ ἐξέστω [μηδὲ] ἑτέροις ἐγκαλέσαι περὶ τῶγ κατὰ τὸν πόλεμον γεγενημένων μή[τε] | |
διὰ δίκης μήτε κατ’ ἄλλον τρόπομ μηθένα· εἰ δὲ μή, πᾶν τὸ ἐπιφερόμε[ν]ον ἔγκλημα ἄκυρον ἔστω· δεδόσθαι δὲ τοῖς ἐμ Μαγνησίαι κατοίκ[οις], | |
τοῖς τε κατὰ πόλιν ἱππεῦσι καὶ πεζοῖς καὶ τοῖς ὑπαίθροις, πολιτεί[α]ν ἐν Σμύρνηι ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολίταις· ὁμοίως δὲ δε[δόσθαι] | |
45 | τὴμ πολιτείαν καὶ τοῖς ἄλλοις τ[οῖς ο]ἰκοῦσιν ἐμ Μαγνησίαι ὅσοι ἂν ὦσιν [ἐ]λεύθεροί τε καὶ Ἕλληνες· ἀνενεγκάτωσαν δὲ τοὺς μὲγ καταλοχισμ[οὺς] |
[τ]ῶν ἐμ Μαγνησίαι ἱππέων τε καὶ πεζῶν τῶν τε κατὰ πόλιγ καὶ τῶν ὑπαί[θ]ρων οἱ ὄντες γραμματεῖς τῶγ ταγμάτων ἐπὶ τὸν δῆμον, τῶν δὲ ἄλ[λων] | |
οἰκητῶν τὴν γραφ[ὴν οἱ] ἀποδειχθέντες ὑπὸ τῶν ἐμ Μαγνησίαι κατοίκω[ν] ἄνδρες· ὅταν δὲ τιθῶνται τοὺς καταλοχισμοὺς οἱ γραμματεῖς καὶ οἱ | |
[ἄ]νδρες οἱ ἀ[πο]δειχθέντες τὴγ γραφὴν τῶν ἄλλων οἰκητῶν, ὁρκισάτωσαν [αὐ]τοὺς οἱ ἐξετασταὶ ἐπὶ τοῦ μητρώιου ἱεροῖς νεοκαύτοι[ς τοὺς μὲν] | |
[γραμμ]ατεῖς ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν ὄντω[ν π]αρ’ αὐτοῖς κατοίκων ἱππέων καὶ πε[ζῶν, τῶν τε κατὰ πόλιν καὶ τῶν κατὰ τὰ] | |
50 | ὕπαιθρα τασσομένων, τοὺς δὲ ἄνδρας τοὺς ἀ[ναφ]έροντας τὴγ γραφὴν τῶν [ἄλλων οἰκητῶν, ἦ μὴν ἀπὸ τοῦ βελτίστου ἀνενηνοχέναι τὴγ γραφὴν τῶν] |
οἰκούντων ἐμ Μαγνησίαι καὶ ὄντων ἐλευθέρων κ[αὶ] Ἑλλήνων· τὰς δὲ ἀνενεχ[θείσας γραφὰς οἱ] ἐξεσταταὶ παραδότωσαν τῶι γραμμα[τοφύ]λακι τῆς | |
βουλῆς καὶ τοῦ δήμου, ὁ δὲ θέσθω εἰς [τὸ] δημόσιον. ἐπικληρωσάτωσαν δὲ ο[ἱ ἐξεταστ]αὶ εἰς τὰς φυλὰς τὰ ἀνενεχθέντα ὀνόματα πάντα καὶ ἀ[να]- | |
γραψάτωσαν εἰς τὰ κληρωτήρια, καὶ ἔστω μετουσία τοῖς ἀναγραφεῖσιν ε[ἰς τὰ κληρ]ωτήρια πάντων ὧγ καὶ τοῖς λοιποῖς πολίταις μέτεστιν· | |
χρήσθωσαν δὲ οἱ πολιτογραφηθέντες καὶ ἐμ Μαγνησίαι περὶ τῶν συναλλ[αγμάτ]ων καὶ τῶν ἐγκλημάτων τῶμ πρὸς Σμυρναίους τοῖς νόμοις | |
55 | τοῖς Σμυρναίων· δεχέσθωσαν δὲ καὶ ἐμ Μαγνησίαι τὸ νόμισμα τὸ τῆς πόλεως [ἔνν]ομον· καὶ ἄρχοντα δὲ ὃν ἂν ἀποστέλληι ὁ δῆμος κυριεύσοντά τε |
τῶγ κλειδῶν καὶ ἐσόμενον ἐπὶ τῆς φυλακῆς τῆς πόλεως καὶ διατηρήσοντα τὴμ πόλιν τῶι βασιλεῖ Σελεύκωι παραδέξονται οἱ ἐμ Μαγνησίαι· δό- | |
τωσαν δὲ Σμυρναῖοι καὶ εἰς κατασκήνωσιν τοῖς ἀποσκευαζομένοις τῶν ἐκ Μαγν[ησ]ίας οἰκίας κλινῶν ὅσων ἂν τῶι δήμωι δόξηι ἀφ’ οὗ ἂγ χρόνου ἡ ὁμολο- | |
γία συνσφραγισθ<ῆ>ι εἰς ἑξάμηνον· μισθούσθω δὲ ὁ ταμίας τῶν ὁσίωμ προσόδων [τ]ὰς οἰκίας μετὰ τῶν στρατηγῶγ καὶ τὸ ἀνήλωμα διδότω ἀπὸ τῶν τῆ[ς] | |
πόλεως προσόδων. ὀμόσαι δὲ τοὺς μὲν ἐμ Μαγνησίαι κατοίκους τῶν τε κατὰ πό[λ]ιν ἱππέων καὶ πεζῶν καὶ τοὺς ἐν τοῖς ὐπαίθροις τασσομένους κα[ὶ] | |
60 | τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ πολίτευμα τόνδε τὸν ὅρκον· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴ[μ] |
Μητέρα τὴν Σιπυληνὴν καὶ Ἀπόλλω τὸν ἐμ Πάνδοις καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας καὶ τὴν τοῦ βασιλέως Σελεύκου τύχην· ἐμμενῶ ἐν | |
ταῖς συνθήκαις αἷς συντέθειμαι πρὸς Σμυρναίους εἰς ἅπαντα τὸγ χρόνον [κ]αὶ διατηρήσω τήν τε συμμαχίαν καὶ τὴν εὔνοιαν τῶι βασιλεῖ Σελεύκωι | |
καὶ τῆι Σμυρναίων πόλει, καὶ ἃ παρείληφα παρὰ τοῦ βασιλέως Σελεύκου διατηρ[ήσ]ω κατὰ δύναμιν τὴν ἐμὴν καὶ ἀποδώσω τῶι βασιλεῖ Σελεύκωι καὶ οὐθὲν | |
παραβήσομαι τῶγ κατὰ τὴν ὁμολογίαν οὐδὲ μεταθήσω ἐπὶ τὸ χεῖρον τὰ γεγραμ[μ]ένα ἐν αὐτῆι οὔτε τρόπωι οὔτε μηχανῆι οὐδεμιᾶι· καὶ πολιτεύσομαι μεθ’ ὁ- | |
65 | μονοίας ἀστασιάστως κατὰ τοὺς Σμυρναίων νόμους καὶ τὰ ψηφίσματα τοῦ δ[ή]μου καὶ συνδιατηρήσω τήν τε αὐτονομίαν καὶ δημοκρατίαν καὶ τἆλλα τὰ |
ἐπικεχωρημένα Σμυρναίοις ὑπὸ τοῦ βασιλέως Σελεύκου μετὰ πάσης προθυμ[ία]ς ἐμ παντὶ καιρῶι, καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτῶν οὐθένα οὔτε ἄλλωι ἐπ[ι]- | |
τρέψω οὐθενὶ κατὰ δύναμιν τὴν ἐμήν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύο[ντα] τῆι πόλει ἢ τοῖς χωρίοις τοῖς τῆς πόλεως, ἢ τὴν δημοκρατίαν ἢ τὴν ἰσο- | |
νομίαν καταλύοντα, μηνύσω τῶι δήμωι τῶι Σμυρναίων καὶ βοιηθήσω ἀγωνιζ[όμ]ενος μετὰ πάσης φιλοτιμίας, καὶ οὐκ ἐγκαταλείψω κατὰ δύναμιν τὴν | |
ἐμαυτοῦ· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γέ[νει τ]ῶι ἐξ ἐμοῦ. ὀμόσαι δὲ καὶ Σμυρναίους τοῖς ἀπὸ Μαγνησίας τὸν ὅρκον | |
70 | τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τὴμ Μη[τέρ]α τὴν Σιπυληνὴν καὶ Ἀφροδίτην Στρατονικίδα καὶ τοὺς ἄλλους θεοὺς |
πάντας καὶ πάσας· ἐμμενῶ ἐν ταὶς συνθήκαις αἷς συντεθείμεθα πρὸς τοὺς [ἐμ Μ]αγνησίαι κατοίκους, τούς τε κατὰ πόλιν ἱππεῖς καὶ πεζοὺς καὶ τοὺς ἐν τ[οῖς] | |
ὑπαίθροις τασσομένους καὶ τοὺς ἄλλους τοὺς καταχωριζομένους εἰς τὸ [πολί]τευμα, εἰς ἅπαντα τὸγ χρόνον οὐθὲν παραβαίνων τῶγ κατὰ τὴν ὁμολογίαν | |
οὐδὲ μετατιθεὶς ἐπὶ τὸ χεῖρον τὰ γεγραμμένα ἐν αὐτῆι, οὔτε τέχνηι οὔτε [μηχα]νῆι οὐδεμιᾶι. καὶ εὐνοήσω καὶ βασιλεῖ Σελεύκωι καὶ τοῖς ἐκ Μαγνησίας κα- | |
τοίκοις τοῖς τε κατὰ πόλιν καὶ τοῖς ὑπαίθροις καὶ τοῖς ἄλλοις τοῖς οἰκο[ῦσιν ἐμ] Μαγνησίαι ὅσοι εἰσὶν ἐλεύθεροί τε καὶ Ἕλληνες, καὶ ποιήσομαι αὐτοὺς | |
75 | πολίτας πάντας καὶ τοὺς ἐκγόνους αὐτῶν ἐφ’ ἵσηι καὶ ὁμοίαι τοῖς ἄλλοις πολί[ταις κ]αὶ εἰς φυλὰς αὐτοὺς ἐπικληρώσας καταχωριῶ εἰς ἣν ἂν ἕκαστοι λάχωσιν |
καὶ οὔτε αὐτὸς ἀδικήσω αὐτ[ῶν] οὐθένα οὔτε ἄλλωι ἐπιτρέψω οὐθενὶ κατὰ δ[ύν]αμιν τὴν ἐμὴν· καὶ ἐάν τινα αἰσθάνωμαι ἐπιβουλεύοντα αὐτοῖς ἢ τοῖς ἐκγό[νοις] | |
αὐτῶν ἢ τοῖς ὑπάρχουσιν αὐτῶν, μηνύσω ὡς ἂν τάχιστα δύνωμαι, καὶ βοι[ηθήσ]ω μετὰ φιλοτιμίας· καὶ μετουσίαν αὐτοῖς δώσω τῶν τε ἀρχείων καὶ τῶν ἄ[λλων] | |
τῶν κοινῶν τῆς πόλεως, ὧν καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν· εὐορκοῦ[ντι μέμ] μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἐξώλεια καὶ αὐτῶι καὶ γένει τῶι ἐξ ἐμοῦ. ἀποδ[ειξά]- | |
τωσαν δὲ Σμυρναῖοί τε καὶ οἱ ἀπὸ Μαγνησίας ἄνδρας [ἑκάτεροι αὐτῶν ὅσους] ἂν ἑκάτεροι ὑπολανβάνωσιν ἱκανοὺς εἶναι, τοὺς ὁρκιοῦντας τὸ πλῆθος | |
80 | τῶν τε ἐν Σμύρνηι καὶ τῶν ἐμ Μαγνησίαι· οἱ δὲ [ὁρκιζέτωσαν προγράψα]ντες τῆι πρότερον ἡμέραι ἐνδημεῖν τοὺς ἐν τῆι πόλει ὡς τοῦ ὅρκου συν[τε]- |
λεσθησομένου τοῦ κατὰ τὴν ὁμολογίαν· [ὁρ]κιζέτωσ[αν δὲ τὸν προγεγραμμένον ὅρκ]ον οἱ μὲν ἐκ Μαγνησίας ἀποδειχθέντες Σμυρναίους, οἱ δὲ ἐξ Σμύρνης τοὺς ἐμ | |
Μαγνησίαι· τὰ δὲ ἱερεῖα τὰ εἰς τὰ [ὁρ]κωμόσια ἐν Σμύρνηι [δότω ὁ ταμίας Καλ]λῖνος ἀφ’ ὧν ἂν ψηφίσηται ὁ δῆμος, ἐν δὲ Μαγνησίαι οἱ ταμίαι, οἷς ἂν τὸ πλῆθος ἐπι- | |
τάξηι. ἀναγραψάτωσ[αν] δὲ καὶ τὴν ὁμολογίαν ἐν στήλα[ις λευκολίθοις καὶ ἀναθ]έτωσαν Σμυρναῖοι μὲν ἐν τῶι τῆς Ἀφροδίτης τῆς Στρατονικίδος ἱερῶι καὶ | |
ἐμ Μαγνησίαι τῆι πρὸς τῶι Μαιάνδρωι ἐν τῶι τῆς Ἀρτέμιδ[ος τῆς Λευκοφρυη]νῆς ἱερῶι, οἱ δὲ ἐμ Μαγνησίαι κάτοικοι ἔν τε τῆι ἀγορᾶι παρὰ τὸν βωμὸν τοῦ | |
85 | Διον[ύσ]ου καὶ τὰς τῶν βασιλέων εἰκόνας καὶ ἐμ Πάνδοις ἐν [τῶι ἱερῶι τοῦ] Ἀπόλλωνος καὶ ἐγ Γρυνέωι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· ἀναγραψάτω δὲ καὶ ὸ γραμ- |
ματοφύλαξ τῆς βουλῆς καὶ τοῦ δήμου τὰ ἀντίγραφα τῆς ὁμολογίας [εἰς τὸ δημ]όσιον· συνσφραγισάσθωσαν δὲ τὰς ὁμολογίας τὴμ μὲν Σμυρναίοις δοθησομένην | |
οὓς ἂν ἀποδείξηι τὸ κοινὸν τῶν ἐμ Μαγνησίαι τοῖς τε ἑαυτῶν δακτυλίοις κα[ὶ τ]ῶι ὑπάρχοντι κοινῶι, τὴν δὲ εἰς Μαγνησίαν δοθησομένην σφραγισάσθωσαν Σμυρνα[ίων] | |
οἵ τε στρατηγοὶ καὶ οἰ ἐξεσταταὶ τῶι τε τῆς πόλεως δακτυλίωι καὶ τοῖς αὐτῶν. ταῦτα δὲ ἀμφοτέροις τοῖς πλήθεσιν συντετελέσθαι τύχηι τῆι ἀγαθῆι. vacat |