Decree of demos (of Smyrna) concerning sympoliteia with Magnesia (Sip.) and relations with King Seleukos (II); 245/243? BC; probably from Smyrna: CIG 3137, ll. 1-33; Hicks 176.I; Syll41 171, ll. 1-33; Michel 19, ll. 1-33; OGIS 229.I; Schmitt, Staatsverträge III 492.I (PH); IMag. Sip. 1.I (PH); *ISmyrna 573.I + II 2 p. 376.  
[ ] ISmyrn 573I + II2 p. 376
1 ἔδοξεν τῶι δήμωι, στρατηγῶν γνώμ̣η· ἐπειδὴ πρότερόν τε καθ’ ὃν καιρὸν ὁ βασιλεὺς Σέλευκος ὑπερ-
έβαλεν εἰς τὴν Σελευκίδα, πολλῶν [κ]αὶ μεγάλων κινδύνων περιστάντων τὴμ πόλιν ἡμῶν καὶ τὴν
χώραν, διεφύλαξεν ὁ δῆμος τὴμ πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν, οὐ καταπλαγεὶς τὴν τῶν ἐναντίων ἔφοδον
οὐδὲ φροντίσας τῆς τῶν ὑπαρχόντων ἀ[π]ωλείας, ἀλλὰ πάντα δεύτερα ἡγησάμενος εἶναι πρὸς τὸ διαμεῖ-
5 ναι ἐν τῆι αἱρέσει καὶ ἀντιλαβέσθαι τῶμ π[ρ]αγμάτων κατὰ τὴν ἑαυτοῦ δύναμιν καθότι ἐξ ἀρχῆς ὑπέστη· διὸ
καὶ ὁ βασιλεὺς Σέλευκος, εὐσεβῶς τὰ πρὸς τοὺς θεοὺς διακείμενος καί φιλοστόργως τὰ πρὸς τοὺς γονεῖς, μεγα-
λόψυχος ὢν καὶ ἐπιστάμενος χάριτας ἀποδιδόναι τοῖς ἑαυτὸν εὐεργετοῦσιν, ἐτίμησεν τὴμ πόλιν ἡμῶν διά
τε τὴν τοῦ δὴμου εὔνοιαν καὶ φιλοτιμίαν ἣν ἐπεποίητο εἰς τὰ πράγματα αὐτοῦ καὶ διὰ τὸ τὸμ πατέ-
ρα αὐτοῦ θεὸν Ἀντίοχον καὶ τὴμ μητέρα τὴν τοῦ πατρὸς θεὰν Στρατονίκην ἱδρῦσθαι παρ’ ἡμῖν τιμωμέ-
10 νους τιμαῖς ἀξιολόγοις καὶ κοινῆι ὑπὸ τοῦ πλήθους καὶ ἰδίαι ὑφ’ ἑκάστου τῶμ πολιτῶν καὶ ἐβεβαίωσεν τῶι δήμωι τὴν αὐ-
τονομίαν καὶ δημοκρατίαν, ἔγραψεν δὲ καὶ πρὸς τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας καὶ τὰς πόλεις καὶ τὰ ἔθνη ἀξι-
ώσας ἀποδέξασθαι τό τε ἱερὸν τῆς Στρατονικίδος Ἀφροδίτης ἄσυλον εἶναι καὶ τὴμ πόλιν ἡμῶν ἱερὰν καὶ ἄσυλον· νῦν τε ὑπερ-
βεβληκότος τοῦ βασιλέως εἰς τὴν Σελευκίδα οἱ στρατη[γο]ὶ σπεύδοντες διαμένειν τῶι βασιλεῖ τὰ πράγματα συμφερόντως διε-
πέμψαντο πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ πρὸ[ς] τοὺς ὑπαίθρους ἱππεῖς καὶ στρατιώτας καὶ ἀπέστειλαν ἐξ αὑτῶν
15 ἕνα Διονύσιον τὸμ παρακαλέσοντα αὐτοὺς δια[φυ]λάσσειν τὴμ φιλίαν καὶ συμμαχίαν βασιλεῖ Σελεύκωι εἰς
πάντα τὸγ χρόνον, ἐπαγγελλόμενοι διατηρούντων αὐτῶν τὰ πράγματα καὶ τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγουμένων ὑπάρξειν αὐ-
τοῖς παρὰ τοῦ δήμου καὶ παρὰ τοῦ βασιλέως Σελεύκου πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα καὶ ἀποδοθήσεσθαι χάρι-
τας αὐτοῖς ἀξίας τῆς αἱρέσεως· οἱ δὲ ἐμ Μαγνησίαι παρακληθέν̣τες καὶ αὐτοὶ ὄντες πρόθυμοι πρὸς τὸ διαφυλάσσειν τῶι βασιλεῖ τήν τε φι-
λίαν καὶ τὴν συμμαχίαν καὶ διατηρεῖν αὐτῶι τὰ πράγματα, τά τ[ε] ἀξιωθέντα ὑπὸ τῶν στρατηγῶν φιλοτίμως ἀπεδέξαντο καὶ ἐπαγγέλ-
20 λονται τὴν αὐτὴν ἕξειν αἵρεσιν τῶι δήμωι τῶι ἡμετέρωι εἰς πάντα τὰ τοῦ βασιλέως Σελεύκου συμφέροντα καὶ ἀπεστάλκασιν
πρὸς ἡμᾶς πρεσβευτὰς ἐγ μὲν τῶν κατοίκων Ποτάμωνα καὶ [Ἱ]εροκλῆν, ἐγ δὲ τῶν ὑπαίθρων Δάμωνα καὶ Ἀπολλωνικέτην, τοὺς δ[ια]-
λεξομένους τε ἡμῖν καὶ ἀνοίσοντας τὴν ὁμολογίαν καθ’ ἣν ἀξι[ο]ῦσιν συνθέσθαι τὴμ πρὸς ἑαυτοὺς φιλίαν· ἐπαχθέντες δὲ καὶ ο[ἱ]
πρεσβευταὶ ἐπὶ τὸν δῆμον συνλελαλήκασιν ὑπὲρ ἁπάντων ἀκολ[ού]θως τοῖς ἐν τῆι ὁμολογίαι γεγραμμένοις· ἀγαθῆι τύχηι· δεδόχθα[ι]
τήν τε φιλίαν συντίθεσθαι πρὸς τοὺς ἐμ Μαγνησίαι ἐπὶ πᾶσι τοῖ[ς] τοῦ βασιλέως Σελεύκου συμφέρουσιν, καὶ ἀποδεῖξαι πρὸς αὐτοῦ[ς]
25 πρεσβευτὰς τρεῖς, οἵτινες τὴν ὁμολογίαν τε ἥτις ἂν δόξηι τῶι δήμωι ἀνοίσουσιν αὐτοῖς καὶ περὶ τῶγ γεγραμμένων ἐν αὐτῆι δι[α]-
λεγήσονται καὶ παρακαλέσουσιν αὐτοὺς δέχεσθαί τε καὶ συντελεῖν τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ ἐάμπερ δέξωνται οἱ ἐμ
Μαγνησίαι, ὁρκισάτωσαν αὐτοὺς οἱ ἀποδειχθησόμενοι πρεσβευταὶ τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι γεγραμμένον· προσδεξαμέν[ων]
δὲ ταῦτα τῶν ἐμ Μαγνησίαι καὶ συνσφραγισαμένων τὴν ὁμολογίαν καὶ ὁμοσάντων καὶ ἐπανελθόντων τῶμ πρεσβευτῶν συ[ντε]-
λείσθω καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ τὸ ψήφισμα τόδε ἀναγραφήτω κατὰ τὸν νόμον· ἀναγραφήτω δὲ κ[αὶ εἰς]
30 στήλας εἰς ἃς καὶ ἡ ὁμολογία ἀναγραφήσεται· καλεσάτωσαν δὲ οἱ ἐπιμήνιοι τῆς βουλῆς καὶ τοὺς πρεσβευτὰς τοὺς παραγεν[ομένους]
ἐγ Μαγνησίας ἐπὶ ξενισμὸν εἰς τὸ πρυτανεῖον· τοῖς δὲ ἀποδειχθε[ῖ]σιμ πρεσβευταῖς δότω μεθόδιον Καλλῖνος ὁ ταμίας τὸ ἐκ τοῦ [νόμου]
ἡμερῶν ὅσων ἂν ὁ δῆμος τάξηι ἀπὸ τῶν τῆς πόλεως προσόδων· ἡμέρα[ι] ἐτάγησαμ πέντε, πρεσβευταὶ ἀπεδείχθησαν Φανόδημος Μικ[ίωνος?,]
Διονύσιος Διονυτᾶ, Παρμενίσκος Πυθέου.
Search Help
Contact Us