Decree of demos (of Smyrna) concerning sympoliteia with
Magnesia (Sip.) and relations with King Seleukos (II); 245/243?
BC; probably from Smyrna: CIG 3137, ll. 1-33; Hicks 176.I; Syll41
171, ll. 1-33; Michel 19, ll. 1-33; OGIS 229.I; Schmitt,
Staatsverträge III 492.I (PH); IMag. Sip. 1.I (PH); *ISmyrna
573.I + II 2 p. 376.
[ ]
ISmyrn 573I + II2 p. 376
1 | ἔδοξεν τῶι δήμωι, στρατηγῶν γνώμ̣η· ἐπειδὴ πρότερόν τε καθ’ ὃν καιρὸν ὁ βασιλεὺς Σέλευκος ὑπερ- |
έβαλεν εἰς τὴν Σελευκίδα, πολλῶν [κ]αὶ μεγάλων κινδύνων περιστάντων τὴμ πόλιν ἡμῶν καὶ τὴν | |
χώραν, διεφύλαξεν ὁ δῆμος τὴμ πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν, οὐ καταπλαγεὶς τὴν τῶν ἐναντίων ἔφοδον | |
οὐδὲ φροντίσας τῆς τῶν ὑπαρχόντων ἀ[π]ωλείας, ἀλλὰ πάντα δεύτερα ἡγησάμενος εἶναι πρὸς τὸ διαμεῖ- | |
5 | ναι ἐν τῆι αἱρέσει καὶ ἀντιλαβέσθαι τῶμ π[ρ]αγμάτων κατὰ τὴν ἑαυτοῦ δύναμιν καθότι ἐξ ἀρχῆς ὑπέστη· διὸ |
καὶ ὁ βασιλεὺς Σέλευκος, εὐσεβῶς τὰ πρὸς τοὺς θεοὺς διακείμενος καί φιλοστόργως τὰ πρὸς τοὺς γονεῖς, μεγα- | |
λόψυχος ὢν καὶ ἐπιστάμενος χάριτας ἀποδιδόναι τοῖς ἑαυτὸν εὐεργετοῦσιν, ἐτίμησεν τὴμ πόλιν ἡμῶν διά | |
τε τὴν τοῦ δὴμου εὔνοιαν καὶ φιλοτιμίαν ἣν ἐπεποίητο εἰς τὰ πράγματα αὐτοῦ καὶ διὰ τὸ τὸμ πατέ- | |
ρα αὐτοῦ θεὸν Ἀντίοχον καὶ τὴμ μητέρα τὴν τοῦ πατρὸς θεὰν Στρατονίκην ἱδρῦσθαι παρ’ ἡμῖν τιμωμέ- | |
10 | νους τιμαῖς ἀξιολόγοις καὶ κοινῆι ὑπὸ τοῦ πλήθους καὶ ἰδίαι ὑφ’ ἑκάστου τῶμ πολιτῶν καὶ ἐβεβαίωσεν τῶι δήμωι τὴν αὐ- |
τονομίαν καὶ δημοκρατίαν, ἔγραψεν δὲ καὶ πρὸς τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας καὶ τὰς πόλεις καὶ τὰ ἔθνη ἀξι- | |
ώσας ἀποδέξασθαι τό τε ἱερὸν τῆς Στρατονικίδος Ἀφροδίτης ἄσυλον εἶναι καὶ τὴμ πόλιν ἡμῶν ἱερὰν καὶ ἄσυλον· νῦν τε ὑπερ- | |
βεβληκότος τοῦ βασιλέως εἰς τὴν Σελευκίδα οἱ στρατη[γο]ὶ σπεύδοντες διαμένειν τῶι βασιλεῖ τὰ πράγματα συμφερόντως διε- | |
πέμψαντο πρὸς τοὺς ἐμ Μαγνησίαι κατοίκους καὶ πρὸ[ς] τοὺς ὑπαίθρους ἱππεῖς καὶ στρατιώτας καὶ ἀπέστειλαν ἐξ αὑτῶν | |
15 | ἕνα Διονύσιον τὸμ παρακαλέσοντα αὐτοὺς δια[φυ]λάσσειν τὴμ φιλίαν καὶ συμμαχίαν βασιλεῖ Σελεύκωι εἰς |
πάντα τὸγ χρόνον, ἐπαγγελλόμενοι διατηρούντων αὐτῶν τὰ πράγματα καὶ τὸν αὐτὸν ἐχθρὸγ καὶ φίλον ἡγουμένων ὑπάρξειν αὐ- | |
τοῖς παρὰ τοῦ δήμου καὶ παρὰ τοῦ βασιλέως Σελεύκου πάντα τὰ φιλάνθρωπα καὶ καλῶς ἔχοντα καὶ ἀποδοθήσεσθαι χάρι- | |
τας αὐτοῖς ἀξίας τῆς αἱρέσεως· οἱ δὲ ἐμ Μαγνησίαι παρακληθέν̣τες καὶ αὐτοὶ ὄντες πρόθυμοι πρὸς τὸ διαφυλάσσειν τῶι βασιλεῖ τήν τε φι- | |
λίαν καὶ τὴν συμμαχίαν καὶ διατηρεῖν αὐτῶι τὰ πράγματα, τά τ[ε] ἀξιωθέντα ὑπὸ τῶν στρατηγῶν φιλοτίμως ἀπεδέξαντο καὶ ἐπαγγέλ- | |
20 | λονται τὴν αὐτὴν ἕξειν αἵρεσιν τῶι δήμωι τῶι ἡμετέρωι εἰς πάντα τὰ τοῦ βασιλέως Σελεύκου συμφέροντα καὶ ἀπεστάλκασιν |
πρὸς ἡμᾶς πρεσβευτὰς ἐγ μὲν τῶν κατοίκων Ποτάμωνα καὶ [Ἱ]εροκλῆν, ἐγ δὲ τῶν ὑπαίθρων Δάμωνα καὶ Ἀπολλωνικέτην, τοὺς δ[ια]- | |
λεξομένους τε ἡμῖν καὶ ἀνοίσοντας τὴν ὁμολογίαν καθ’ ἣν ἀξι[ο]ῦσιν συνθέσθαι τὴμ πρὸς ἑαυτοὺς φιλίαν· ἐπαχθέντες δὲ καὶ ο[ἱ] | |
πρεσβευταὶ ἐπὶ τὸν δῆμον συνλελαλήκασιν ὑπὲρ ἁπάντων ἀκολ[ού]θως τοῖς ἐν τῆι ὁμολογίαι γεγραμμένοις· ἀγαθῆι τύχηι· δεδόχθα[ι] | |
τήν τε φιλίαν συντίθεσθαι πρὸς τοὺς ἐμ Μαγνησίαι ἐπὶ πᾶσι τοῖ[ς] τοῦ βασιλέως Σελεύκου συμφέρουσιν, καὶ ἀποδεῖξαι πρὸς αὐτοῦ[ς] | |
25 | πρεσβευτὰς τρεῖς, οἵτινες τὴν ὁμολογίαν τε ἥτις ἂν δόξηι τῶι δήμωι ἀνοίσουσιν αὐτοῖς καὶ περὶ τῶγ γεγραμμένων ἐν αὐτῆι δι[α]- |
λεγήσονται καὶ παρακαλέσουσιν αὐτοὺς δέχεσθαί τε καὶ συντελεῖν τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ ἐάμπερ δέξωνται οἱ ἐμ | |
Μαγνησίαι, ὁρκισάτωσαν αὐτοὺς οἱ ἀποδειχθησόμενοι πρεσβευταὶ τὸν ὅρκον τὸν ἐν τῆι ὁμολογίαι γεγραμμένον· προσδεξαμέν[ων] | |
δὲ ταῦτα τῶν ἐμ Μαγνησίαι καὶ συνσφραγισαμένων τὴν ὁμολογίαν καὶ ὁμοσάντων καὶ ἐπανελθόντων τῶμ πρεσβευτῶν συ[ντε]- | |
λείσθω καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τῆι ὁμολογίαι γεγραμμένα, καὶ τὸ ψήφισμα τόδε ἀναγραφήτω κατὰ τὸν νόμον· ἀναγραφήτω δὲ κ[αὶ εἰς] | |
30 | στήλας εἰς ἃς καὶ ἡ ὁμολογία ἀναγραφήσεται· καλεσάτωσαν δὲ οἱ ἐπιμήνιοι τῆς βουλῆς καὶ τοὺς πρεσβευτὰς τοὺς παραγεν[ομένους] |
ἐγ Μαγνησίας ἐπὶ ξενισμὸν εἰς τὸ πρυτανεῖον· τοῖς δὲ ἀποδειχθε[ῖ]σιμ πρεσβευταῖς δότω μεθόδιον Καλλῖνος ὁ ταμίας τὸ ἐκ τοῦ [νόμου] | |
ἡμερῶν ὅσων ἂν ὁ δῆμος τάξηι ἀπὸ τῶν τῆς πόλεως προσόδων· ἡμέρα[ι] ἐτάγησαμ πέντε, πρεσβευταὶ ἀπεδείχθησαν Φανόδημος Μικ[ίωνος?,] | |
Διονύσιος Διονυτᾶ, Παρμενίσκος Πυθέου. |