Honorary decree of Koinon of Ionians for Hippostratos Hipp[ode]mos of Miletos, general of King [Lysi]machos; c. 292/288 BC; found at Smyrna, another copy with some variations found at Miletos: Kumanudes, Palingenesia, Apr. 15, 1872 (non vidi); Lüders, Bull. Inst. 1872, 250; Michel 485; Syll3 368; *ISmyrna 577 (PH); Miletos 17.  
[ ] ISmyrn 577
1 ἔδοξεν Ἰώνων τῶι̣ κ̣οινῶι τῶν τρε[ισκαί]-
δεκα πόλεων· ἐπειδὴ Ἱππόστρατος Ἱππ̣[οδή]-
μου Μιλήσιος φίλος ὢν τοῦ βασιλέω[ς Λυσι]-
μάχου καὶ στρατηγὸς ἐπὶ τῶμ πόλε̣[ων]
5 τῶν Ἰάδ̣ων κατασταθείς, οἰκείως κ[αὶ φι]-
λαν̣θρώπως κ̣αὶ ἰδίαι ἑκάστηι τῶμ π[όλεων]
καὶ κ̣οινῆι Ἴωσι χρώμενος διατελεῖ, ἀγα[θῆι τύ]-
χηι· δεδόχθαι τῶι κοινῶι, ἐπαινέσαι Ἱππ[όστρα]-
τον Ἱπποδήμου Μιλήσιον ἀρετῆς ἕνεκ[ε καὶ]
10 εὐνοίας̣ ἣν ἔ̣χων διατελεῖ πρὸ̣ς τὸ κοιν[ὸν τὸ]
Ἰώνων, καὶ εἶναι αὐτὸν ἀτελῆ πάντων ἐ[ν ταῖς?]
πόλεσι ταῖ̣ς τῶν Ἰώνων· ταὐτὰ δὲ ὑπά̣ρ̣[χειν]
Ἱπποστ̣ρ̣ά̣τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσα[ι δὲ αὐ]-
τοῦ καὶ εἰ̣κόνα χαλκῆν ἐφ’ ἵππου ἐμ Πανιω̣[νίωι]·
15 ἑλέσθαι δὲ πόλεις δύο ἤδη, αἵτ̣ινες ἐπ̣[ιμελή]-
σονται, ὅπως ἂ[ν] ἡ̣ εἰκὼν ἡ Ἱπποστράτο[υ στα]-
θῆι κ[α]τὰ τάχος, ἵ̣ν̣α̣ καὶ οἱ λοιποὶ πάντες [εἰδῶ]-
σιν, ὅτι Ἴωνες τοὺς καλοὺς καὶ ἀγαθοὺ[ς]
ἄνδρας καὶ χρείαμ παρεχομένους τα[ῖς πόλε]-
20 σι τιμῶσι δωρεαῖς ταῖς προσηκο[ύ]σαι[ς· ἀπενεγ]-
κεῖν δὲ ἑκάστους τῶμ βουλε̣υτῶν τὰ ἐγ[νωσμέ]-
να Ἴωσι εἰς τ̣ὰς̣ ἰδίας πόλ̣εις̣, ὅπως ὑπά[ρχηι ἐν]
τοῖς δημοσίοις ἀναγεγραμμένα τὰ [ἐγνωσ]-
μένα ὑπὸ Ἰώνων· τὸ δὲ δόγμα τόδε [ἀναγρά]-
25 [ψαι] εἰς τὸ βάθρον τῆς εἰκόνος τῆ[ς Ἱπποστρά]-
[του ἐ]μ̣ Π̣[ανι]ω̣[ν]ί̣ω̣[ι καὶ] ἑ̣κ̣[ά]σ̣τ̣η̣[ν τῶμ πόλεωμ]
[παρὰ αὑτῆι εἰς στήλην λιθίνην.  πόλεις ἡιρέθησαν·]
[Μίλητος, Ἀρσινόεια.]
Search Help
Contact Us